Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Μαεάριιοι ὧν ἀ ταν αἱ ἀνομίαι, καὶ ἀπεκαύφΘησαν αἱ ἁμαραία, κ. τ. ἐ. Ἀφίενται μὲν (71) αἱ ἀνομίαι διὰ τοῦ ἁγίου βαπτίσματος, καλύπτονται δὲ αἱ ἀμαρτίαιδιὰ τῆς πικρᾶς ἁμαρτίας μετανοίας.

Οτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράαιο με ἄληκ τὴν ἡμέραν, κ. τ. ἐ. Ἐπαλαιώθηητὰ ὀσαᾶ μου (72), διότι ἐσίγησα. Ἀπὸ τοῦ κράζειν διηνεκῶς πρὸς τὸν Θεὸν οὐ παλαιοῦνται αἱ τῆς ψυχῆς δυνάμεις, ἀλλʼ ἀεὶ ἀνανεοῦνται ἡμέρᾳ καὶ ἡμέρᾳ. ωπώντων δὲ παλαιοῦνται τὸν παλαιὸν ἀναλαμβάνουσαι ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης.

Τὴν ἁμαρτίαν μου ἐγνώρσα, καὶ τὴν ἀνομίαι [*](9 I Cor. VI, 18.) [*]((64) οὐδέν οὕφω, ctc. Eædem.) [*]((65) Κλῆροι τῶν δικαίων, etc. Codex Coislinia- Catena Barnari. nus, Barbarus, et schedæ Grabii,) [*]((66) Φεύγετε τὴ πορνείαν, etc. Iidem mss. et Babarus.) [*]((67) Εὐεργετεῖται, etc. Schedæ Grabii.) [*]((68) Ὥσπερ τὸ πρόσωπον, etc. Eædem schedæ, et Βarbarus.)

1304
μου οὐκ ἐκάλυψα. Εἶεα· Ἐξαγορεύσω κατʼ ἐμεῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ, κ. τ. ἑ. « Δίκαιος (73) αὑτοῦ κατήγορος ἐν πρωτολογίᾳ. »

Μὴ γίνεσθε ὡς ἵππος καὶ ἠμίονος οἶς οὐκ ἔστι σύνεσις, κ. τ. ἑ. Τὴν ἄλογον (74) κίνησιν τῆς ψυχῆς λέγει ἵππον καὶ ἡμίονον. Σύνεσις δέ ἐστι λογικὴ διάγνωσις.

Πολλαὶ αἱ μέστσιγες τοῦ ἁμορτωλοῦ, κ. τ. ἑ. Αἱ πέλλαὶ θλίψεις (75) τῶν δικαίων πολλαὶ μάστιγες λέγονται τῶν ἁμαρτωλῶν.

Καὶ καυχᾱσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Εἰ οἱ καυχώμενοι (76) εὐθεῖς εἰσι τῇ καρδίᾳ. οὐ πάντων ἐστὶ τὸ ἐν Κυρίῳ καυχᾶσθαι, διότι μηδὲ πάντες εὐθεῖς τῇ καρδίᾳ.

Τοῦ αὐτοῦ. Εὐλόγως καυχήσεται (77) ὁ εὐθὺς τῇ καρδίᾳ. Εὔλογον δὲ καὶ τὸ καυχᾶσθαι ἐν ταῖς θλίψεσι. Μήποτε εὐθύς ἐστι τῇ καρδίᾳ ὁ καυχώμενος ἐν θλίψεσι.

Ἀγαλλιᾶσθε, δίκπιοι, ἐν τῷ Κυρίῳ, κ. τ. ἑ. Εἱ Κύριος (78) ἡμῶν σοφία ἐστὶν, οἱ δὲ δίκαιοι ἐν Κυρίῳ αλλιῶσιν, οἱ δίκαιοι ἄρα ἐν σοφίᾳ ἀγαλλιῶσιν.

Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ, κ. τ. ἑ. Κιθάρα ἐστὶ (79) ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ κινουμένη, ψαλτήριον δὲ νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως. Ἁρμόζει δὲ καὶ ἡμῖν τὰ ἐν τῇ Παλαιᾷ μουσικὰ ὄργανα πνευματικῶς νοούμενα, κιθάρα μὲν τροπικῶς τὸ σῶμα λεγόμενον, ψαλτήριον δὲ τὸ πνεῦμα· ἅτινα μουσικῶς ἥρμοσται τῷ σοφῷ εἰς δέον χρωμένῳ ὡς χορδαῖς τοῖς μέλεσι τοῦ σώματος, καὶ ταῖς δυνάμεσι τοῦ πνεύματος. Καλῶς δὲ ψάλλει ὁ ψάλλων νοΐ, ψαλμοὺς λέγων πνευματικοὺς, καὶ ἐν καρδίᾳ ᾄδων τῷ Θεῷ. Ἤ « δεκαχόρδῳ» ἀντὶ τοῦ « δεκανεύρῳ·» χορδὴ γὰρ ἡ νευρά. Δεκάχορδον δὲ τὸ ψαλτήριον λέγεται οὖν καὶ τὸ σῶμα, ὡς πέντε αἰσθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς. διʼ ἑκάστης αἰσθήσεως ἑκάστης ἐνεργείας γινομένης.

ᾌσατε αὐτῷ ᾇσμα καινὸν, κ. τ. ἑ. Ὁ κατὰ τὸν ἔσω (80) ἀνακαινούμενος ἄνθρωπον, ἄσειεν ἂν τὸ καινὸν ᾆσμα, ἅτε τὸν παλαιὸν ἐκδυσάμενος ἄνθρωπον, καὶ ἐνδυσάμενος τὸν νέον, τὸν ἀνακαινούμφον κατʼ εἰκόνα τοῦ κτίσαντος.

Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, κ. τ. ἑ. Ἀντὶ τοῦ (81),ἐλεήμονα καὶ διακριτικόν.

Τοῦ αὐτοῦ. Ἀγαπᾷ « ἐλεημοσύνην (82), » καθʼ ἢν ἐλεεῖ, καὶ τὴν τῶν ἐλεούντων· ὁμοίως δὲ καὶ «κρἱσιν, [*](bii, et Gatena Barbari.) [*]((79) Κλθάρα ἐστί, etc. Schedæ Grabii, codex Coislinianus, partimque Barbarus et Corderius.) [*]((80) Ὁ κατὰ τὸν ἔσω, etc. Schedæ Grabii, et Catena Corderii.) [*]((81) Ἀντὶ τοῦ, etc. Codex Coislinianus.) [*]((82) Ἀγαπᾷ ἐλεημοσύνην, etc. Catena Corderii.)

1305
» καθʼ ἣν κρίνει· ὅτι τὰ κρίματα τοῦ Θεοῦ ἐστιν ἀληθινὰ, καὶ ἄβυσσος πολλὴ, καὶ ἀνεξεύρητα. Ἀγαπᾷ δὲ κρίσιν καὶ τὴν τῶν δικαίων, ὧν οἱ λογισμοὶ κρίματά εἰσι, περὶ ὧν λέγεται· « Κρίμα δίκαιον κρίνατε. » Ὅτε δὲ « τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, » βλέπομεν πῶς τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.