Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωγ έν-τδὰ Θελήματι εὐίου, κ.τ. ἐ. Ὥσπερ ἐκ τοῦ λεγομένου (45) θυμοῦ Κυρίου ἐξέρχεται ὀργὴ, οὕτω καὶ ἐκ τοῦ θελήματος αὐτοῦ γεννᾶται ζωή. Καὶ εἰ ἡ ζωὴ τὴν γνῶσιν σημαίνει « Ἐγὼ » γάρ « εἰμι,» φησὶ Χριστὸς, « ἡ ζωὴ, » ἡ ὀργὴ τὴν ἀγνωσίαν δηλοῖ. Τῇ ζωῇ δἐ ἀντίκειται ὁ θάναπος· οὐκοῦν ἡ ὀργὴ τὸν θάνατον σημαίνει, τὴν καπαστέρησιν τῆς θαωρίας ἐπισημαίνουσα.

Καλῶς οὖν λέγεται τὸ, « Ζωὴ καὶ θάνατος ἐν χειρὶ γλώσσης. »

Τοῦ αὐτοῦ. Ἔστι, δὲ ἐν τῷ ἀναθυμωμένῳ θυμῷ ἐτοιμότης, -παὶ ὀργὴ τῆς ἀνταποδόσεως, καὶ ζωὴ ἐν τῷ θελήρματι προηγονμένως ἐστὶ τοῦ Θεῦ.

Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθητίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα,. κ. τ. ἐ. Εἵτε Χριστός φησιιν (46), εἴτε δίκαιος τὸ, « Εἶπα· » εἶτα μετὰ τὴν ἐπὶ τούτῳ στιγμὴν, « ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· » ἁρμόζει τὸ μὴ σαλεύεσθαι λέγειν [*](87 Ps. XXI, 2. 88 Ps. LXVIII, 6. 8, Deut. XXXII, 4. 90 Matth. XXV, 21 91 Matth. XII, 35. Joan. XIV, 6. 93 Prov. XVIII, 21.) [*]((42) Ἐαεὶ οὐχ ὡραῖος etc. Codex Daroccianus.) [*]((45) Ὥσπερ ἐκ τοῦ λεγομένου, etc. Eædem schedæ.) [*]((43) Τάχα δὲ καὶ τούς, etc. Schedæ Grabii.) [*]((44) Πᾶς ὁ μσυνημένος, etc. Eædem schedæ. derii.)

1293
ἐν εὐθηνία ὄντα. Τοῦ Σωτῆρος μέντοι, ὡς πολλάκις εἴπομεν, τὸ ἀνθρώπινον τοῦτολέγει. Κατὰ δὲ Σύμμα χον, ἐὰν ᾖ, « ἐν τῇ ἠρεμίᾳ μου, » δύναται τὸ γαληνὸν καὶ ἀτάραχον τῆς τετελειωμένης δηλοῦσθαι ψυχῆς, ἐν ᾗ πᾶς ὁ γενόμενος οὐδαμῶς ἔτι περιφραπήσετσι Ὁ γὰρ εὐθηνῶν πνευματικῶς οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.

Κύριε, ἐντῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμν. Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος, κ. τ. ἑ. Ἄλλος δέ φησιν (47)· Καὶ Χριστοῦ καὶ δικαίου ἐστὶ φωνὴ εὐχαριστική. Πρὸς γὰρ τῷ προειρημέιῳ τῆς θεότητος κάλλει, καὶ δυνάμεως τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, καὶ πᾶς ἄγιος κεκοινώνηκε, καὶ μετέχει δὲ τούτων θελήματι Θεοῦ καὶ τῷ προηγουμένῳ ἑκουσίῳ αὐτοῦ. Ἐὰν δὲ, ὡς ὁ Ἀκύλας ἔγραψεν, « ἐν τῷ ὄρει μου, ὅρος Χριστοῦ τὴν Ἐκκλησίαν αὐτοῦ νοητέον, ὑψηλοτάτην καὶ μετέωρον οὕσαν. Τούτῳ δὲ τῷ δρει κράτος ἀπὸ τοῦ Πατρὸς ἐν τῇ εὐδοκίᾳ αὐτοῦ ἐστι βεβαίως δοθέν. Κρατεῖ δὲ ἡ Ἐκκλησία βασιλεύουσα τῶν λοιπῶν ἐπὶ γῆς καὶ Χριστῷ συμβασιλεύουσα. Εἰ δὲ κατὰ τὸν Σύμμαχον ἦ,« τῷ προπάτορι, » τίς ἂν προπάτωρ λέγοιτο Χριστοῦ,ἢ τοῦ δικαίου ἢ ὁ Ἀβραὰμ, ᾧ δύναται ἑστάσθαι τὸ εράτος τῷ γένει αὐτοῦ καὶ τοῖς ἐνευλογουμένοις αὐτῷ πᾶεαν ἔθνεσι πληρουμένων τῶν θείων εὐαγγελίωι;

οῦ αὐτοῦ. Λέγειν δὲ (48) καὶ τὸν Χριστὸν πρὸς τῷ καιρῷ γενόμενον τοῦ πάθους τὸ, « Ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος, οὐκ ἕστιν ἄτοπον, ὥσπερ καὶ ἐν τῷ Εὐαγγελέῳ. ὅπου μέν φησι· « Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατλιιπες; » ὅπου δὲ, « Νῦν ἡ ψυχή μου τετάρακται. »

Τοῦ αὐτοῦ. Τοῦτο τὸ πρόσωπον (49) οἱ ἄγγελοι θλέπουσι διαπαντός. Εἰ δὲ κατὰ τὴν σοφὴν γυναῖαα τὴν Θεκωϊτίδα οἱ ἄγγελοι πάντα οἵδασι τὰ ἑαὶ γῆς, τὸ πρόσωπον τοῦ Θεοῦ οἱ λόγοι εἰσὶ τῶν ἐπὶ γῆς, οἱ χαρακτηρίζοντες τὸν δημιουργεκὸν αὐτοῦ λόγον.

Πρός σέ, Κόριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αῖμααί μσν ἐν τῷ καταβῆναί με εἰς δαφθορὰν, κ. τ. ἑ. Κράζεῖι ταῦτα (50) καὶ ὁ τὰ ἐπουράνια μόνα ποθῶν. Τί με δεῖ, φησὶν, εὐεκτεῖν ἐν αἵματος πλήθει τὸ σῶμα. προσδοκωμένης μοι τῆς ἐκτοῦ θανάτου φθορᾶς; Ἀλλʼ οὐ μᾶλλον ὑπωπιάζειν τὸ σῶμα, μήσως ὑπερζέσαν τὸ οἷμα πρὸς ἁμαρτίαν κινήσῃ;

Τοῦ αὐτοῦ. Ὁρῶν μηδὲν ἄξιον (51) ἡμᾶς ποιοῦντας τοῦ τιμίου αἶματος, οὗ ἠγοράσθημεν, ταῦτά φησιν ὁ Σωτήρ. Ἐπειδὴ γάρ τινες τῶν ὑπὲρ ὧν ἀπὸθσνεν, ἐπιμένουσι κακίᾳ καὶ δυσσεβείᾳ, ἔδοξεν ἡ εἰς τὴν διαφθορὰν τοῦ Σωτῆρος κάθοδος, καὶ ἡ ἕκχυσιςτοῦ [*](Grabii, sed vereor ne quid ex Basilio hic inserium fuerit : nisi malis ditere Basilium ex Origene ?? esse mutuatum. Vide Barbari Catenam.) [*]((51) Ὁρῶν μηδέν ἅξιον, etc. Catena Corderii, et codex Coishmmanus 189.)

1297
αἵματος αὐτοῦ μάτην γεγενῆσθαι. Διαφθορὰν δὲ λέγει τὴν φύσιν τῆς σαρκὸς, ἣν ἐνδόδυται, ἢ τὸν θάνατον εἰς ὅν ἔφθασεν. Ἐρεἴς δὲ, ὅτι κατέβη μὲν εἰς διαφθορὰν, οὐκ ἔλαβε δὲ ἀπὸ τοῦ Θεοῦ ἰδεῖν διαφθοράν. « Μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴο ἀλήθειάν σου; » Ὁ διὰ τοῦ τὰ ὑλικὰ πράττειν, καὶ φρονεῖν τὰ ἐπίγεια, χοῦς γεγονὼς, καὶ ἐπιμένων τῇ ἁμαρτίᾳ, οὐδʼ ἐξομολογήσεται τῷ Θεῷ, ἢ ἀναγγελεῖ τὴν ἀλήθειαν αὐτοῦ, καὶ διʼ ἠθῶν καὶ γνώσεως ἐσφαλμένος. Ὁ γὰρ ἕχων τὴν εἰκόνα τοῦ χοϊκοῦ, τῷ εἶναι ἐν σαρκὶ, καὶ μὴ πνεύματι, χοῦς ἐστι, καὶ ἐν ᾅδῃ ἐστί· διὸ οὐδὲ ἐξομολογήσεται τῷ Θεῷ. Ὁ δὲ ἀναγγέλλων τὴν ἀλήθειαν τοῦ Θεοῦ, ταχθεὶς ὑπʼ αὐτοῦ διδάσκαλος, οὐκ ἂν εἴη χοῦς· κολλώμενος γὰρ τῷ Κυρίῳ, ἕν πνεῦμά ἐστιν. Ἀλλὰ κὰν χοῦς τις ᾗ. καὶ φορῶν τὴν εἰκόνα τοῦ χοικοῦ, οὐκ ἂν δύναιτο ἀναγγέλλειν τὴν ἀλήθειαν τοῦ Θεοῦ.

Tοῦ αὐτοῦ. Οὐ δοξάσει (52) χοῖκός. Ἀλήθεια ὁ Χριστός· ἢ τάχα τὴν ἐν πράγμασι λέγει ἀλήθειαν.

Ἡκουσε Κύριος, κοὶ ἠλέησέ με. Κόρος ἐγενήᾶη βοηθός μου, κ. τ. ἐ. Λέγοι δʼ ἂν ταῦτα (53) καὶ ὁ Σωτὴῳ εἰσακουσθεὶς περὶ τῶν κοινωνικῶν ὡς διʼ αὐτοῦ μελλόντων ἐξομολογεῖσθαι τῷ Θεῷ, ἐφʼ οἶς εὐφραινόμενός φησιν· Οὐ μὴ λυπηθῶ,(τοῦτο γὰρ τὸ, « Οὐ μὴ κατανυγῶ· ») τὴν ἐμὴν δόξαν ἀπολαβών. Ἡλεῆσθαι δὲ λέγει ἐλεηθεὶς τῶν ἡμῶν, καὶ τὸ περὶ ἡμῶν πένθος καὶ κοπετὸν εἰς εὐφροσύνην μεταβαλών. Καὶ ἐπὶ τῇ τῶν σωζομένων σωτηρίᾳ φησίν· « Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. »

Ἔστρεψας τόν κοπετόν μου εἰς χορὸν ἐμοὶ, κ. τ. ἐ. Ὡσπερ τὸν κόπον (54) δέχεται χαρὰ, οὕτωκαὶ τἡν πρακτικὴν γνῶσ.ς Θεοῦ.