Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἡκουσε Κύριος, κοὶ ἠλέησέ με. Κόρος ἐγενήᾶη βοηθός μου, κ. τ. ἐ. Λέγοι δʼ ἂν ταῦτα (53) καὶ ὁ Σωτὴῳ εἰσακουσθεὶς περὶ τῶν κοινωνικῶν ὡς διʼ αὐτοῦ μελλόντων ἐξομολογεῖσθαι τῷ Θεῷ, ἐφʼ οἶς εὐφραινόμενός φησιν· Οὐ μὴ λυπηθῶ,(τοῦτο γὰρ τὸ, « Οὐ μὴ κατανυγῶ· ») τὴν ἐμὴν δόξαν ἀπολαβών. Ἡλεῆσθαι δὲ λέγει ἐλεηθεὶς τῶν ἡμῶν, καὶ τὸ περὶ ἡμῶν πένθος καὶ κοπετὸν εἰς εὐφροσύνην μεταβαλών. Καὶ ἐπὶ τῇ τῶν σωζομένων σωτηρίᾳ φησίν· « Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. »

Ἔστρεψας τόν κοπετόν μου εἰς χορὸν ἐμοὶ, κ. τ. ἐ. Ὡσπερ τὸν κόπον (54) δέχεται χαρὰ, οὕτωκαὶ τἡν πρακτικὴν γνῶσ.ς Θεοῦ.

τὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τόν αῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κ. τ. ἐ. Ὡσεὶ ἕλεγε (55)· Μηδὲν τοῦ αίῶνος μέρος καταισχυνθείην, ἀλλʼ ἐφʼ ὅλον ἀνεπαίσχυντος γενοίμην· τινὲς γὰρ μὲν ἀναστήσονται εἰς νειδλσμὸν καὶ αἰσχύνην. Τὸ .δὲ ἐξῆς πεποιθότος στὶν ἑαυτῷ ἡ φωνή· οὐ γὰρ ταυτόν ἐπτιν ἐλέῳ ῥυθῆναι τῷ « ἐν δικαιοσύνη· » τὸ μὲν γὰρ ἐμφαίνει αῤῥησίαν, τὸ δὲ οὐ κατὰ τὴν ἀξίαν. Τίς δὲ ἄρα ὁ αῤῥῶν ἐπʼ. ἀκρόασιν τῶν ἑαυτοῦ λόγων καλέσει τὸν σὸν, ὡς ὁ ταῦτα λέγων; Οὐχ οὕτως ἀπὸ πόνων, ὡς πὸ κακίας ταχύτατα αἰτητέον, ἵνα Θεὸς ἐξέληται μᾶς ἀπʼ αὐτῆς, πρὶν ἐπὶ πλεῖον ἐν αὐτῇ βαφῶεν.

Τωῦ αὐτοῦ. Οὐ μόνον(56) ἐν τῇ δικαιοσύνῃ ῥύεται μᾶς ὁ Θεὸς, ἀλλὰ γὰρ καὶ ἐν σωφροσύνῃ καὶ ἀνσείᾳ καὶ ἀγάπῃ. Νῦν δὲ τέθεικε τὴν δικαιοσύνην, τσιδὴ περιεκτική ἐστι πασῶν τῶν ἀρετῶν. Ἣ τάχα [*]((52) Οὐ δοξάσει, etc. Schedæ Grabii, partimque fx Coilintanus votus.) [*]((53) Λέγοι δʼ ἄν ταῦτα, cte. Schedæ Gabli. Siautem uiduam hbet Clena Barbari.)

1300
δικαιοσύνην λέγει τὸν Χριστόν· αὐτὸς γὰρ « ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. »

Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυυγῆς,τοῦ σῶσαί με, κ. τ. ἐ. Υπερασπίζοντος τοῦ Θεοῦ (57) ὑπὲρ ἡμῶν, τίς καθʼ ἡμῶν; Θεσῦ δὲ ὑπερασπιστοῦ χρῄζομεν, ἐὰν μὴ. ἀρκώμεθα ἀγγελικῇ συμμαχίᾳ.

Τοῦ αὐτοῦ. Οἶκος καταφυγῆς (58) γνῶσις τοῦ Θεοῦ.

Ὅτι κραταίωμά μου καὶ καταφυγή. μου εἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σον ὁδηγήσας με, καὶ διαβρέψεις με, κ. τ. ἐ. Ὁδηγεῖ μὲν (59) διὰ τῆς πὶστεως τῆς ὀρθῆς καὶ διὰ τῆς πρακτικῆς,. τρέφει δὲ διὰ τῆς γνώσεως αὐτοῦ.

Εἰς χεῖράς σοο παραθήσομαι τὸ πνεῦμά μου. κ. τ. ἑ. Ὡς τὴν ψυχὴν (60) πολεμούμενος· σώματος γὰρ τοῖς ἁγίοις ὀλίγη φροντίς. Καὶ πρὸς τῶν ἀπατεώνων τρωθῆναι φοβούμενος τὸ πνεῦμα παρατίθεται τῷ Θεῷ, τὰς προνοητικὰς αὐτοῦ δυνάμεις χεῖρας καλῶν. Τῷ δὲ παρόντι ῥητῷ καὶ ὁ Σωτὴρ ἐπὶ τοῦ σταυροῦ πεπηγμένος ἐχρήσατο. Πνεῦμα δὲ ἡ Γραφὴ ποτὲ μὲν τὴν διάνοιαν καλεῖ. ὡς ἐν τῷ σπουδάζειν εἶναι τὴν παρθένον ἁγίαν πνεύματι καὶ σώματι· ποτὲ δὲ τὴν ψυχὴν, ὡς παρὰ « Ὥσπερ δὲ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστι· » ποτὲ δὲ τὸ συνεζευγμένον τῇ ψυχῇ συνειδὸς, ὡς ἐν τῷ, « Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐνοικοῦν ἐν αὐτῷ. » Τὸ δὲ προκείμενον κατὰ τοὺς τρεῖς νοηθήσεταε τρόπους. Ὡς ἁλοὺς δὲ παρὰ τῶν πολεμίων, ὑπὸ Θεοῦ λελυτρῶνομίαν τῆς πολιτείας ἀκάλεσεν.

[*](29 Ι Cor. II, 12. 1 Eccl. 1, 2.)[*](nianus num. 189, partim Catena Corderii.)[*]((61) Νῦν τὸ πνεῦμα, etc. Codex Coislinianus, Catena Barbari.)[*]((62) Εἰ οἱ ἁμάρτωιοί, etc. Schedæ Grabii, partimque vetus codex Coislinianus. Latiue Omuia habet CAtena Barbari.)[*]((63) Οἱ λόγοι, etc. Schedæ Grabii.)
1301

Ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, κ. τ. ἐ. Οὐδὲν οὐτω (64) σκοτεῖ διάνοιαν ὡς θυμὸς ταραττόμενος.

Ἐν ταῖς χερσί σου οί κλῆροί μου, ῥῶσαί με ἐκ ηπρὸς ἐχβρῶνμου, καὶ ἐκ τῶν καταδθιωκόντων με, πκ. τ. ἐ. Κλῆροι τῶν δικαίων (65) ἀνθρώπων εἰσὶν ακἱ ὑπὸ τῶν ἀγίων ἀγγέλων γινωσκόμεναι θεωρίαι. βσῦ αὐτοῦ. « Θεύγετε τὴν πορνείαν (66), φησὶν δ Παῦλος. Εἰ δὲ διώκει ἡ πορνεία, δηλονότι καὶ ἡ μοιχεία, καὶ ἡ πλεονεξία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ τὰ λοιπά.