Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Δὸς αὐτοῖς, Κύωε, κατὰ τὰ ἕργα αὐτῶνο καὶ κίιτὰ τὴν πονηρίαν τῶν ἐιτηδευμάτων αὐτῶν, κ.τ.ἐ. Αἰτεῖ αὐτοὺς (29) κακωθῆναι διὰ παιδείας, ὅπως ἄν παύσωνται πλημμελοῦντες. Ἔργα δὲ λέγει τὰ κρυπτά· κακὰ γὰρ ἐν ταῖς καρδίαις ἐλάλουν.

Τοῦ αὐτοῦ. Διδασκόμεθα ὑπὸ τοῦ λόγου (24) ἀποθέσθαι πάντα τὰ ἁμαρτήματα· εἰ γὰρ οὐκ ἐσμὲν καθαροὶ, δεῖ ἡμᾶς κολασθῆναι, ἵνα παιδευθῶμεν. « Κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, » φησὶ, « δὸς αὐτοῖς ὡσεὶ ἕλεγε· Κατὰ τὰ κρυπτὰ τῶν ἔργων ἀπεόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. Ὁ διορατικὸς ἐππστημονικῶς τοῖς πράγμασι προσερχόμενος ὡς βλαπτικὰ τὰ φαῦλα ἀποστρέφεται, αἱρούμενος τὰ ἀγαθὰ, ὡφέλεμα ὄντα. Ὁ δὲ φαῦλος, ἡδονῇ θελγόμενος, ἐργάζεται τὰ κακὰ, οὐχ ὁρῶν αὐτῶν τὸ βλαβερόν. Ἐπεὶ οὖν λογικῶς οὐκ αἰσθάνεται τῶν βλαβερῶν, εὔχεται ὁ ἄγιος ἀποτῖσαι αὐτῷ κατὰ τὰ ἕργα αὐτοῦ ἐπίπονα, ὅπως ἂν διὰ τοὺς πόνους ἀποστραφῇ τὰ κακὰ, αἴτια κολάσεως αὐτῷ γεγενημένα.

Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρέοτ, κοὶ εῖς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, κ. τ. ἐ. Ἕργα μὲν Κυρίου (29) τάχα ἐστὶ τὰ νοητὰ, ἔργα δὲ χερῶν αὐτοῦ τὰ αἰσθητὰ νομίζω. « Οὐχὶ ἡ χείρ μου, φησὶν. [*]((29) Ἕργα μὲι Κιρίου, etc. Schedæ Grabii Coislinianus. Similia fore habet Euse bius.)

1289
ἐποίησε ταῦτα πάντα; » Ἤ τάχα ἔργα μὲν Κυρίου αἱ ἀρεταὶ, ἔργα δὲ χειρῶν αὐτοῦ οἱ λόγοι τῶν γεγονότων. αΚαθελεῖςαὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.» Καθελεῖ Κύριος τὰς ἕξεις τὰς πονηρὰς, καὶ οὐ μὴ ἕτι συγχωρήσει τοῖς οἰκοδομοῦσιν οἰκοδομῆσαι αὐτάς.

Kαὶ ἀνέθαλεν ἡ σάρξ μου, κ. τ. ἐ. Σάρκα μὲν ὠνόμασε (30) τὴν ψυχὴν διὰ τὸ κεκολλῆσθαι αὐτὴν τῇ σαρκὶ, κατὰ τὸ, « Ὅψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. » Ἤ τάχα ἡ αἰσθητὴ θάλλει σὰρξ ἀποθεμένη τὰ πάθη.

Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομία σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτούς ἕως τοῦ αέῶνος, κ. τ. ἐ. Κληρονομίαν (31) νῦν λέγει τὴν κληρονομοῦσαν αὐτὸν φύσιν λογικήν. τοῦ αὐτοῦ. Αὐτὸς ὁ Χριστὸς (32) ἡμᾶς ποιμανεῖ τοὺς εἰς αὐτὸν πεπιστευκότας, πέμψας ἀντʼ αὐτοῦ καὶ ὡς αὐτὸν τὸν Παράκλητον, ὅ ἐστι τὸ Πνεῦμα τῆς ἀληθείας. Καὶ μὴν καὶ ἐπαίρει ἀπὸ τῶν γηίνων, τουτἐστιν ὑψηλοὺς ἀποφαίνει εἰς τοὺς μέλλοντας καὶ ἀτελευτήτους αἰῶνας.