Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Τίς χρεία ταῦτα λέγεσθαι (26); ἤτοι ἀρ ποιεῖς τὴν ἀνομίαν, καὶ συναπολλύει σε, καὶ μάην λέγεις ταῦτα πρὸς Θεόν· ἢ οὐδὲν ποιεἳς ἄνομον, αἱ οὐκ ἀπολλύει ὁ Θεός. Ὁ Θεὸς γὰρ οὐχ οὕτως ἄδιός ἐστι. Τολμῶμεν οὖν ἀπὸ τοῦ Εὐαγγελίου, καὶ λέγομεν, [*](74 ITi. n, 1. Εsod. XVa, 11. sI Tim. n, 8. ¹ Psal. cxi, 2.) [*]((23) Εἰ ναός ἐστιν, etc. Schedæ Grabii, et codex Coislinianus.) [*]((24) Ἐμοὶ δοκεῖ δυιφέρειν, etc. Codex Baroce. Catena Barbari.)

1288
ὅτι ὁ Θεὸς συνέλκει τὸν δίκαιον μετὰ ἁμαρτωλῶν, συνέλκει τὸν δίκαιον διὰ τοὺς ἀμαρταλοὺς. καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἵνα σωθῶπππν. Οἱ δὲ μὴ εἰδότες τοῦτο τὸ μυστήριον ἐνεκάλουν τῷ Ἰησοῦ, λέγοντες· « Ἐσθίεις καὶ πίνεις μετὰ τῶν ἁμαρτωλῶν. » Αὐτὸς δὲ μακρὰν ἦν τῆς ἀπʼ αὐτῶν βλάβτε. πρὸς τὸ καὶ ὠφελεῖν αὐτούς. Οὕτω καὶ εἴτις Χρισππῦ μιμητὴς τοῦτο ποιεῖ. Ἐὰν μέντοιγέ τις μὴ παρεσκευασμένος ἦ. μηδὲ δύναμιν ἕχων, ἐμβάλληται εἰς τοσοῦτον κίνδυνον, ὥστε γενέσθαι μετὰ ἀμαρτων καὶ τῶνἐργαζομένων τὴν ἀνομίαν, οὕτε ἐκείνους ὡςελήσει, καὶ ἑαυτὸν προσαπολέσει. Τοιγαροῦν καὶ ἐν θάδε ὁ προφήτης παρασκευάζειν ἑαυτὸν βούλεται. ὥστε δύνασθαι μὲν εἶναι μετὰ ἁμαρτωλῶν καὶ ἐργαζομένων ἀνομίαν, μὴ συνελκυσθῆναι δὲ αὐτοῖς. Ἰπως δὲ καὶ τοὺς τὰ ἀνίατα ἁμαρτάνοντας παραιτεῖται, τοῦτο λέγων. Καὶ γὰρ προσέθηκε· « Τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν καρδίαις αὐτῶν. » Σφόδρα γὰρ ἀσεβεῖς, ὅτι οὕτε ὡς φίλοι διάκεινται, οὕτε ὡς ἐχθροὶ λαλοῦσιν, ἀλλʼ ἔχουσι μὲν τὴν ἔχθραν ἐν ἑαυτοῖς, λόγοις δὲ εἰρηνικοῖς ὑποκρίνονταιφιλίαν. Τῶν δὲ τοιούτων ἀνθρώπων μιαρώτερον οὐκ ἕστι. Τοὺς οὖν τοιούτους ὁ δίκαιος παραιτεῖται. Ὁρᾶτε γὰρ ὡς καὶ ὁ Σωτὴρ ἡμῶν μετὰ ἁμαρτωλῶν ἐγένετο καὶ μετὰ πόρνης, οὐ μέντοι λαλούσης μὲν εἰρηνικὰ, κακὰ δὲ ἐχούσης ἐν τῇ καρδίᾳ ἑαυτῆς. Η εὕ. χεται λόγων· Ἐπεὶ πάντως τῷ ἀδικοῦντι ἀπώλεια ἕπεται, δικαιοσύνην παρέχων μοι, μὴ ἐάσῃς με ἐν ἀδικίᾳ γενέσθαι, ὅπως μὴ ἀπόλωμαι μετὰτῶν ἐργαζομένων αὐτήν.

Δὸς αὐτοῖς, Κύωε, κατὰ τὰ ἕργα αὐτῶνο καὶ κίιτὰ τὴν πονηρίαν τῶν ἐιτηδευμάτων αὐτῶν, κ.τ.ἐ. Αἰτεῖ αὐτοὺς (29) κακωθῆναι διὰ παιδείας, ὅπως ἄν παύσωνται πλημμελοῦντες. Ἔργα δὲ λέγει τὰ κρυπτά· κακὰ γὰρ ἐν ταῖς καρδίαις ἐλάλουν.

Τοῦ αὐτοῦ. Διδασκόμεθα ὑπὸ τοῦ λόγου (24) ἀποθέσθαι πάντα τὰ ἁμαρτήματα· εἰ γὰρ οὐκ ἐσμὲν καθαροὶ, δεῖ ἡμᾶς κολασθῆναι, ἵνα παιδευθῶμεν. « Κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, » φησὶ, « δὸς αὐτοῖς ὡσεὶ ἕλεγε· Κατὰ τὰ κρυπτὰ τῶν ἔργων ἀπεόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. Ὁ διορατικὸς ἐππστημονικῶς τοῖς πράγμασι προσερχόμενος ὡς βλαπτικὰ τὰ φαῦλα ἀποστρέφεται, αἱρούμενος τὰ ἀγαθὰ, ὡφέλεμα ὄντα. Ὁ δὲ φαῦλος, ἡδονῇ θελγόμενος, ἐργάζεται τὰ κακὰ, οὐχ ὁρῶν αὐτῶν τὸ βλαβερόν. Ἐπεὶ οὖν λογικῶς οὐκ αἰσθάνεται τῶν βλαβερῶν, εὔχεται ὁ ἄγιος ἀποτῖσαι αὐτῷ κατὰ τὰ ἕργα αὐτοῦ ἐπίπονα, ὅπως ἂν διὰ τοὺς πόνους ἀποστραφῇ τὰ κακὰ, αἴτια κολάσεως αὐτῷ γεγενημένα.

Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρέοτ, κοὶ εῖς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, κ. τ. ἐ. Ἕργα μὲν Κυρίου (29) τάχα ἐστὶ τὰ νοητὰ, ἔργα δὲ χερῶν αὐτοῦ τὰ αἰσθητὰ νομίζω. « Οὐχὶ ἡ χείρ μου, φησὶν. [*]((29) Ἕργα μὲι Κιρίου, etc. Schedæ Grabii Coislinianus. Similia fore habet Euse bius.)

1289
ἐποίησε ταῦτα πάντα; » Ἤ τάχα ἔργα μὲν Κυρίου αἱ ἀρεταὶ, ἔργα δὲ χειρῶν αὐτοῦ οἱ λόγοι τῶν γεγονότων. αΚαθελεῖςαὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.» Καθελεῖ Κύριος τὰς ἕξεις τὰς πονηρὰς, καὶ οὐ μὴ ἕτι συγχωρήσει τοῖς οἰκοδομοῦσιν οἰκοδομῆσαι αὐτάς.

Kαὶ ἀνέθαλεν ἡ σάρξ μου, κ. τ. ἐ. Σάρκα μὲν ὠνόμασε (30) τὴν ψυχὴν διὰ τὸ κεκολλῆσθαι αὐτὴν τῇ σαρκὶ, κατὰ τὸ, « Ὅψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. » Ἤ τάχα ἡ αἰσθητὴ θάλλει σὰρξ ἀποθεμένη τὰ πάθη.

Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομία σου, καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτούς ἕως τοῦ αέῶνος, κ. τ. ἐ. Κληρονομίαν (31) νῦν λέγει τὴν κληρονομοῦσαν αὐτὸν φύσιν λογικήν. τοῦ αὐτοῦ. Αὐτὸς ὁ Χριστὸς (32) ἡμᾶς ποιμανεῖ τοὺς εἰς αὐτὸν πεπιστευκότας, πέμψας ἀντʼ αὐτοῦ καὶ ὡς αὐτὸν τὸν Παράκλητον, ὅ ἐστι τὸ Πνεῦμα τῆς ἀληθείας. Καὶ μὴν καὶ ἐπαίρει ἀπὸ τῶν γηίνων, τουτἐστιν ὑψηλοὺς ἀποφαίνει εἰς τοὺς μέλλοντας καὶ ἀτελευτήτους αἰῶνας.

Ἐνέγκατε τῷ Κυρῳ, υίοὶ Θεοῦ, κ. τ. ἐ. Παῦλος ὁ ἅγιος (33) υἱὸς Θεοῦ γέγονε διὰ τοῦ Εὐαγγελίου. Ἐγέννα δὲ καὶ αὐτὸς υἱοὺς καὶ προσῆγε τῷ Θεῷ. Υἱοὺς καλεῖ τοὺς πολλῆς τυχόντας παρὰ τοῦ Θεοῦ κηδεμονίας, καὶ σωθέντας παραδόξως, ὧν ὁ Θεὸς ἐφείσατο οὕτως ὡς υἱῶν.

Ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, κ. τ. ἐ. Ὁ συνάγων (34) τὰ διεσκορπισμένα πρόβατα Χριστοῦ, καὶ ἐπιστρέφων τὰ πεπλανημένα, καὶ εὑρίσκων τὰ ιπολωλότα, οὗτος φέρει τῷ Κυρίῳ υἱοὺς κριῶν· καὶ ποιῶν ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα αὑ ου, καὶ δοζάσωσι τὸν ἐν οὐρανοῖς Πατέρα. θέρει δὲ ῷ Κυρίῳ δόξαν καὶ ὁ ἐν λόγῳ σοφίας θεολογῶν. Τι ιὴν δὲ φέρει Κυρίῳ ὁ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης λεῶν πτωχὸν, καὶ ἐν τούτῳ δανείζει Θεῷ. Τὸ γὰρ τιμᾶν »ἰδίως καὶ ἐπὶ τούτωνἐν τῇ Εραφῇ τέτακται, ος δῆλον ἐκς τοῦ· « Χήρας τίμα, τὰς ὄντως χήρας. αὶ, « Τίμα τὸν πατέρα καὶ τὴν μητέρα. ὐλὴ δὲ γία ἡ Ἐκκλησία.