Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτὸ. Ἐμοὶ δοκεῖ διαφέρειν (24) εὐχὴ δεήσεως, καὶ δοκεῖ μοι ὁ Ἀπόστολος πλείονα ὀνόματα εἰς ταύτην τὴν διαφορὰν διαθίσθαι λέγων· « Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς. ἐντεύξεις, εὐχαριστίας,» μείζονα λέγων ὡς ἐμοὶ δοκεῖ τῆς δεήσεως τὴν προσευχὴν, καὶ τούτων τὴν ἔντευξιν, πάντων δὲ τὴν εὐχαριστίαν. Εἴποιμʼ ἂν οὖν, ὅτι τοῦ ἔτι ἐνδεοῦς, καὶ οἶς ἕτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. υτε δὲ τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας αἰτῶ τι παρὰ τοῦ Θεοῦ, τότε προσεύχομαι· ὅταν δὲ φίλος ἐπὶ πλεῖον γένωμαι, τότε εὐχαριστῶ τῷ Θεῷ. Ἐν τῷ αἴρειν με χεῖρας πρὸς ναὸν ἅγιόν σου. » Πολλάκις ἐλέγομεν περὶ τῆς ἐπάρσεως τῶν χειρῶν. Ἐπῆρε Μωῦσῆς τὰς χεἵρας, καὶ κατίσχυσεν ὁ Ἰσραήλ. ὅτε δὲ καθῆκε τὰς χεῖρας, κατίσχυσεν ὁ Ἀμαλήκ· καὶ, « Ἐπαίροντες ὁσίους χεἴρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ » καὶ, « Ἕπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Εἴποιμι ἄν οὖν, ὅτι αἱ χεῖρες ἡμῶν εἰσιν αἱ κατὰ θεοσέβειαν πράξεις. Ἐὰν θησαυρίζωμεν ἐν οὐρανοῖς, ἔχομεν τὰς χεῖρας ἐπηρμένας πρὸς τὸν Οεὸν, καὶ νικῶμεν τὸν ἐχθρόν· ὅταν δὲ ἡμῶναἱ χεῖρες κάτω γένωνται, ἀνάγκη ἡμᾶς νικᾶσθαι. Ὅταν οὖν ἐπαίρω τὰς χεῖράς μου πρὸς τὸν Θεὸν, καὶ διὰ τῶν χειρῶν τῆς ψυχῆς ὑψῶμαι πρὸς αὐτὸν, νικᾶται ὑπʼ ἐμοῦ ὁ Ἀμαλὴκ, καὶ οὐδαμοῦ ἐστιν. Οὐκοῦν δεῖ ἐπαίρειν χεῖρας πρὸς ναὸν ἅγιον τοῦ Θεοῦ. Ὁ ναὸς δὲ τοῦ Θεοῦ δόξα ἐστὶ τοῦ Θεοῦ.

Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν, καὶ μετὰ ἔργαίομένων ἀδικίαν μὴ συναπολέσῃς με, κ. τ. ἐ. Εἰ ἐφʼ ἡμῖν (25) ἑκάτερον, τί τῶν ἀγαθῶν Θεῷ τὴν αῖτίαν ἀνέθηκεν; Ἀλλʼ ὅτι ὅτε συνέλκει πρὸς τοὺς τοιούτους Θεὸς τὸν σῶσαι δυνάμενον; Τοιγαροῦν τελωνῶν φίλος ἤκουσεν ὁ Σωτὴρ, μηδὲν ἐξ ἐκείνων σλαπτόμενος. Τοιαύτην οὖν ἕξιν ἀναλαβεῖν αἰτεἲ. Ἴσως δὲ τοὺς πάνυ ἁμαρτωλοὺς παραιτεῖται, ὁποίους πάγει τοὺς ὅ μὴ φρονοῦσι λαλοῦντας. Εὶ γὰρ καὶ ετὰ πόρνης γέγονεν ὁ Σωτὴρ, ἀλλʼ ᾀδούσης εἰρηνικὰ εαὶ τἀναντία λογιζομένης.

Τοῦ αὐτοῦ. Τίς χρεία ταῦτα λέγεσθαι (26); ἤτοι ἀρ ποιεῖς τὴν ἀνομίαν, καὶ συναπολλύει σε, καὶ μάην λέγεις ταῦτα πρὸς Θεόν· ἢ οὐδὲν ποιεἳς ἄνομον, αἱ οὐκ ἀπολλύει ὁ Θεός. Ὁ Θεὸς γὰρ οὐχ οὕτως ἄδιός ἐστι. Τολμῶμεν οὖν ἀπὸ τοῦ Εὐαγγελίου, καὶ λέγομεν, [*](74 ITi. n, 1. Εsod. XVa, 11. sI Tim. n, 8. ¹ Psal. cxi, 2.) [*]((23) Εἰ ναός ἐστιν, etc. Schedæ Grabii, et codex Coislinianus.) [*]((24) Ἐμοὶ δοκεῖ δυιφέρειν, etc. Codex Baroce. Catena Barbari.)

1288
ὅτι ὁ Θεὸς συνέλκει τὸν δίκαιον μετὰ ἁμαρτωλῶν, συνέλκει τὸν δίκαιον διὰ τοὺς ἀμαρταλοὺς. καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἵνα σωθῶπππν. Οἱ δὲ μὴ εἰδότες τοῦτο τὸ μυστήριον ἐνεκάλουν τῷ Ἰησοῦ, λέγοντες· « Ἐσθίεις καὶ πίνεις μετὰ τῶν ἁμαρτωλῶν. » Αὐτὸς δὲ μακρὰν ἦν τῆς ἀπʼ αὐτῶν βλάβτε. πρὸς τὸ καὶ ὠφελεῖν αὐτούς. Οὕτω καὶ εἴτις Χρισππῦ μιμητὴς τοῦτο ποιεῖ. Ἐὰν μέντοιγέ τις μὴ παρεσκευασμένος ἦ. μηδὲ δύναμιν ἕχων, ἐμβάλληται εἰς τοσοῦτον κίνδυνον, ὥστε γενέσθαι μετὰ ἀμαρτων καὶ τῶνἐργαζομένων τὴν ἀνομίαν, οὕτε ἐκείνους ὡςελήσει, καὶ ἑαυτὸν προσαπολέσει. Τοιγαροῦν καὶ ἐν θάδε ὁ προφήτης παρασκευάζειν ἑαυτὸν βούλεται. ὥστε δύνασθαι μὲν εἶναι μετὰ ἁμαρτωλῶν καὶ ἐργαζομένων ἀνομίαν, μὴ συνελκυσθῆναι δὲ αὐτοῖς. Ἰπως δὲ καὶ τοὺς τὰ ἀνίατα ἁμαρτάνοντας παραιτεῖται, τοῦτο λέγων. Καὶ γὰρ προσέθηκε· « Τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν καρδίαις αὐτῶν. » Σφόδρα γὰρ ἀσεβεῖς, ὅτι οὕτε ὡς φίλοι διάκεινται, οὕτε ὡς ἐχθροὶ λαλοῦσιν, ἀλλʼ ἔχουσι μὲν τὴν ἔχθραν ἐν ἑαυτοῖς, λόγοις δὲ εἰρηνικοῖς ὑποκρίνονταιφιλίαν. Τῶν δὲ τοιούτων ἀνθρώπων μιαρώτερον οὐκ ἕστι. Τοὺς οὖν τοιούτους ὁ δίκαιος παραιτεῖται. Ὁρᾶτε γὰρ ὡς καὶ ὁ Σωτὴρ ἡμῶν μετὰ ἁμαρτωλῶν ἐγένετο καὶ μετὰ πόρνης, οὐ μέντοι λαλούσης μὲν εἰρηνικὰ, κακὰ δὲ ἐχούσης ἐν τῇ καρδίᾳ ἑαυτῆς. Η εὕ. χεται λόγων· Ἐπεὶ πάντως τῷ ἀδικοῦντι ἀπώλεια ἕπεται, δικαιοσύνην παρέχων μοι, μὴ ἐάσῃς με ἐν ἀδικίᾳ γενέσθαι, ὅπως μὴ ἀπόλωμαι μετὰτῶν ἐργαζομένων αὐτήν.

Δὸς αὐτοῖς, Κύωε, κατὰ τὰ ἕργα αὐτῶνο καὶ κίιτὰ τὴν πονηρίαν τῶν ἐιτηδευμάτων αὐτῶν, κ.τ.ἐ. Αἰτεῖ αὐτοὺς (29) κακωθῆναι διὰ παιδείας, ὅπως ἄν παύσωνται πλημμελοῦντες. Ἔργα δὲ λέγει τὰ κρυπτά· κακὰ γὰρ ἐν ταῖς καρδίαις ἐλάλουν.

Τοῦ αὐτοῦ. Διδασκόμεθα ὑπὸ τοῦ λόγου (24) ἀποθέσθαι πάντα τὰ ἁμαρτήματα· εἰ γὰρ οὐκ ἐσμὲν καθαροὶ, δεῖ ἡμᾶς κολασθῆναι, ἵνα παιδευθῶμεν. « Κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, » φησὶ, « δὸς αὐτοῖς ὡσεὶ ἕλεγε· Κατὰ τὰ κρυπτὰ τῶν ἔργων ἀπεόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς. Ὁ διορατικὸς ἐππστημονικῶς τοῖς πράγμασι προσερχόμενος ὡς βλαπτικὰ τὰ φαῦλα ἀποστρέφεται, αἱρούμενος τὰ ἀγαθὰ, ὡφέλεμα ὄντα. Ὁ δὲ φαῦλος, ἡδονῇ θελγόμενος, ἐργάζεται τὰ κακὰ, οὐχ ὁρῶν αὐτῶν τὸ βλαβερόν. Ἐπεὶ οὖν λογικῶς οὐκ αἰσθάνεται τῶν βλαβερῶν, εὔχεται ὁ ἄγιος ἀποτῖσαι αὐτῷ κατὰ τὰ ἕργα αὐτοῦ ἐπίπονα, ὅπως ἂν διὰ τοὺς πόνους ἀποστραφῇ τὰ κακὰ, αἴτια κολάσεως αὐτῷ γεγενημένα.

Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρέοτ, κοὶ εῖς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, κ. τ. ἐ. Ἕργα μὲν Κυρίου (29) τάχα ἐστὶ τὰ νοητὰ, ἔργα δὲ χερῶν αὐτοῦ τὰ αἰσθητὰ νομίζω. « Οὐχὶ ἡ χείρ μου, φησὶν. [*]((29) Ἕργα μὲι Κιρίου, etc. Schedæ Grabii Coislinianus. Similia fore habet Euse bius.)

1289
ἐποίησε ταῦτα πάντα; » Ἤ τάχα ἔργα μὲν Κυρίου αἱ ἀρεταὶ, ἔργα δὲ χειρῶν αὐτοῦ οἱ λόγοι τῶν γεγονότων. αΚαθελεῖςαὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.» Καθελεῖ Κύριος τὰς ἕξεις τὰς πονηρὰς, καὶ οὐ μὴ ἕτι συγχωρήσει τοῖς οἰκοδομοῦσιν οἰκοδομῆσαι αὐτάς.

Kαὶ ἀνέθαλεν ἡ σάρξ μου, κ. τ. ἐ. Σάρκα μὲν ὠνόμασε (30) τὴν ψυχὴν διὰ τὸ κεκολλῆσθαι αὐτὴν τῇ σαρκὶ, κατὰ τὸ, « Ὅψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. » Ἤ τάχα ἡ αἰσθητὴ θάλλει σὰρξ ἀποθεμένη τὰ πάθη.