Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ (10) σάρκας ἐσθίομεν, (« Ὁ τρώγων » γάρ « μου, » φησὶ, « τὴν σάρκα, καὶ πίνων μου τὸ οἶμα·») τὰς δὲ ἡμετέρας οἱ δαίμονες· μήποτε καὶ τὰς τοῦ Χριστοῦ ἄρα σάρκας οἱ δαίμονες ἐσθίουσι, τὰς ἐν ἡμῖν ἀρετὰς καὶ τὰ ἀληθῆ δόγματα διαφθείρειν σπουδάζοντες· λέγεται γὰρ τὸ «φαγεῖν » καὶ ἐπὶ τοῦ «διαφθείρειν.»—« Ἐὰν» γὰρ «θέλητε, » φησὶν, « καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Ἐνταῦθα γὰρ τὸ, « κατέδεται,» ἀντὶ τοῦ, «διαφθείρει.» κεῖται· μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν. Ἤ τὰς σάρκας ἡμῶν λέγονται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα. « Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, » ὁ ἱερὸς Ἀπόστολός φησιν, « ἄτινά ἐστι μοιχεῖαι, πορνεῖαι, ἀσέλγειαι, εἰδωλολατρεῖαι,» καὶ τὰ ἐξῆς.
Ἐὰν παρατάξηται ἐπʼ ἐμέ παρεμβολὴ, οὐ φοηλήσεται ἡ καρδία μου, κ. τ. ἑ. Ἡ παρεμβολὴ (11) τοιαύτη ἐστὶν, ὁποῖος ὁ ἐν τάφοις οἰκῶν λεγεών. Καὶ τάχα φῶς ἐστιν ἡ τῶν ἐναντίων παρεμβολή. Ἡ καρδία δὲ, τουτέστι τὸ ἡγεμονικὸν, οὐ φοβηθήσεται· ἐπεὶ τὸ φρόνημα αὐτῆς ἔχθρα ἐστὶν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης. « Ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, » καὶ τὰ ἐξῆς. Κατὰ τοῦτο δέδοται ἀνακλήτως ἐλπίζειν ἐν τῇ καρδίᾳ.
Τοῦ αὐτοῦ. Ὁ μὲν πρακτικὸς (12) διὰ τῶν ἀρετῶν πολεμείτω τοῖς ἀλλοφύλοις· ὁ δὲ θεωρητικὸς τοῖς ἀληθέσι δόγμασι καθαιρεῖ τὸ πᾶν ὕψωμα κατὰ τῆς τοῦ Θεοῦ γνώσεως ἐπαιρόμενον. Καρδίαν δὲ τὸ ἡγεμονικὸν λέγει, ὅπερ οὐ φοβηθήσεται. Τάχα γὰρ ἡ ἀσθενήσασα σὰρξ φοβηθήσεται, ἐπεὶ τὸ φρόνημα αὐτῆς ἐχθρόν ἐστιν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης.
Τοῦ αὐτοῦ. Ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Ἐν τῇ καρδίᾳ. Ἐφωτίσθη γὰρ ἐν ταύτῃ τῇ βοηθείᾳ ἧς πεῖραν ἔλαβον, ὅθεν οὐδὲ ἄλλην πλείονα παράταξιν δέδοικα, σκεπούσης με τῆς τοιαύτης βοηθείας.
Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἵκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τόν ναόν αὐτοῦ· ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ αεακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ· ἐν πέτρᾳ ὕψωσέ με. Μεμαθήκαμεν (13) [*](62 Joan. VI, 55. 83 Isai. 1, 19, 20. 64 Gal. V, 19.) [*]((10) Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ, etc. Schedæ Gra- ii. codex Coislinianus, Barbarus.) [*]((11) Ἡ παρεμβολή, etc. Corderius.) [*]((12) Ὁ μὲν πρακτικός, etc. Schedæ Grabii, codex)
Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κῶν μου, κ. τ. ἐ. Σκηνὴν τὸν Χριστὸν (14) ἀνομάξιϲ, [*]((14) Σκηνὴν τὸν Χριστόν, clc. Schedæ Grabii, codex Coislinianus. Barbarus.)
Καὶ νῦν λδυὸ ὕψωσε τὴν κεφσλήν μου ἐπʼ ἐχλρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ οὐ. οῦ θυσίαν ἀλαλαγμοῦ, κ. τ. ἐ. Εἰ ὁ κυκλώσας (15) ύει· θυσία δέ ἐστι πνεῦμα συντετριμμένον· ὁ συνρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλρ αὐτὴν πεποίηκε χῆμα γωνίας μὴ ἔχουσαν ἐπιδεχομένην φθορὰν, καὶ ὴν ἀφροσύνην αὐτὴν, ἣ, φησὶ Σολομὼν, « ταῖς γωίαις παρεδρεύει· » καὶ τὸ, « Κατελθὸν δὲ ἐπὶ τοὺς ιαῖδας Ἰὼβ πῦρ τῶν τεσσάρων ἥψατο γωνιῶν τοῦ ἴκου. »
Σοἰ ελπεν ἡ καρδία μον· ἘἘξεζῆτησα τὸ πρόσπόν σου,τὸ πρόσωπτόν σου, Κύριε, ζητήσω, κ.τ.ἑ. Οταν τὸ πρόσωπόν τινος (16) τὸ πρόσωπον τσῦ Κυίου ζητήσει, τότε ἀνακεκαλυμμένως τὴν δόξαν Κυίου κατοπτρίζεται, καὶ γενόμενος ίσάγγελος, διὰ αντὸς ὄψεται τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. τοῦ αὐτοῦ. Διʼ ὧν καθαίρει τις (17) ἑαυτὸν, δεί,. νυσι ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ, ὅπερ οἱ ἄγγεοι διὰ παντὸς λέγονται βλέπειν.