Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσως; κ. τ. ἑ. Ὁ ἀνδρεῖος ταῦτα (8) ἐρεῖ καὶ γνώσει πεφωτισμένος, ὁποῖος ἦν ὁ λέγων «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ ριστοῦν. Καὶ γὰρ εἰ ἀληθῶς ὁ Χριστὸς ὑπὲρ ἡμῶν, ἐξουδένωται πᾶς ὁ καθʼ ἡμῶν. Ἐὰν δὲ μὴ ἐκλάβωμεν τὸ, «ζωῆς μου,» ἐπὶ τοῦ εἰπόντος, « Ἐγώ εἰμι ἡ ζωὴ. ἀλλʼ ἐπὶ τῆς ἁπλούστερον νοουμένης, οὐκ ἔσται ὑπερασπιστὴς τῆς τῶν μαρτύρων ζωῆς ὁ Κύριος. Καὶ ὁ Παῦλος δὲ λέγων, « Ὥστε ἐξαπορηθῆναι ἡμᾶς ?? τοῦ ζῇν,» τὴν θεῖαν ἔλεγε ζωήν. Δειλίαν δὲ οὐ πείπταν ὁ ταῦτα λέγων ἐκ διαθέσεως. «Τοῖς» γὰρ «δειλοῖς, ?? τὸν Κύριον, τὸ μέρος ἐν τῇ λίμνῃ τοῦ πυρός. » Προσ κόπτει δὲ ψυχὴ τυφλώττουσα, καὶ πάντα φοβεῖται. καὶ τὴν εἰς Θεὸν ὁμολογίαν ἀρνήσεται· ὑπὸ Θεοῦ δὲ φωτισθεῖσα, πρῶτον μὲν τὸν πρόμαχον αὐτῆς καὶ Σωτῆρά ἐστι θεωροῦσα, μετὰ δὲ ταῦτα τῶν αὐτῆς πολεμίων καταθαῤῥεῖ, εἴτε Θεὸν ἀγνοούντων ἀνβρώ πων, εἴτε δυνάμεων ἀοράτων, ὡς αὐτὸν ἔχουσα τὸν Υἱὸν βοηθόν· ἐν γὰρ τούτῳ τῷ Ἑβραϊκῷ τὸ, σωτ?? μου,» ὄνομα γέγραπται τοῦ Σωτῆρος ἡμῶν Ἰησαῦ Χριστοῦ· διʼ ὧν ἄν τις τοῖς Ἑβραῖκοῖς χαρακτῇρσ γρόψῃ τὸν Ἰησοῦν.

Ἐν τῷ ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας τοῦ φσγεὸντὰς σάρκας μου· οἱ θλβοντές με καὶ οἱ ἐχθροί ρου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν, κ. τ. ἑ. Ὅτε πεν ραζόμενοι (9) ἐγγίζουσιν ἐφʼ ἡμᾶς κακοῦντες, φαγεὸν [*](VIII, 35. 59 Joan. XIV, 6. 60 II Cor. I, 8. ⁶¹ Apovertis.) [*](Coislinianus num. 189. Verum nonnulla iisdem fere exstant apud Eusebium.) [*]((9) Ὄτε πειραζόμενοι, etc. Codex Coislinianus 189.)

1277
θέλοντες τὴν μὴ δυναμένην κληρονομῆσαι Θεοῦ βασιλείαν σάρκα, καὶ τραφῆναι ἀφʼ ὧν ἁμαρτάνοντες ποιοῦμεν ἔργων σαρκὸς ἑτέρας οὕσης παρὰ τὴν ὀψομένην σάρκα τὸ σωτήριον τοῦ Θεοῦ· καὶ ὅτε ἐγγίζουσι τοῦ δικαίου κακοῦντες, τότε πρῶτον ἀσθενοῦσιν, εἶτα πίπτουσιν, αὐτῆς τῆς ἁρῆς ἧς ἅπτονται τοῦ δικαίου, κολαζούσης αὐτοὺς, καὶ ἀσθενεῖν καὶ πίπτειν ποιούσης αὐτούς.

Τοῦ αὐτοῦ. Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ (10) σάρκας ἐσθίομεν, (« Ὁ τρώγων » γάρ « μου, » φησὶ, « τὴν σάρκα, καὶ πίνων μου τὸ οἶμα·») τὰς δὲ ἡμετέρας οἱ δαίμονες· μήποτε καὶ τὰς τοῦ Χριστοῦ ἄρα σάρκας οἱ δαίμονες ἐσθίουσι, τὰς ἐν ἡμῖν ἀρετὰς καὶ τὰ ἀληθῆ δόγματα διαφθείρειν σπουδάζοντες· λέγεται γὰρ τὸ «φαγεῖν » καὶ ἐπὶ τοῦ «διαφθείρειν.»—« Ἐὰν» γὰρ «θέλητε, » φησὶν, « καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Ἐνταῦθα γὰρ τὸ, « κατέδεται,» ἀντὶ τοῦ, «διαφθείρει.» κεῖται· μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν. Ἤ τὰς σάρκας ἡμῶν λέγονται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα. « Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, » ὁ ἱερὸς Ἀπόστολός φησιν, « ἄτινά ἐστι μοιχεῖαι, πορνεῖαι, ἀσέλγειαι, εἰδωλολατρεῖαι,» καὶ τὰ ἐξῆς.

Ἐὰν παρατάξηται ἐπʼ ἐμέ παρεμβολὴ, οὐ φοηλήσεται ἡ καρδία μου, κ. τ. ἑ. Ἡ παρεμβολὴ (11) τοιαύτη ἐστὶν, ὁποῖος ὁ ἐν τάφοις οἰκῶν λεγεών. Καὶ τάχα φῶς ἐστιν ἡ τῶν ἐναντίων παρεμβολή. Ἡ καρδία δὲ, τουτέστι τὸ ἡγεμονικὸν, οὐ φοβηθήσεται· ἐπεὶ τὸ φρόνημα αὐτῆς ἔχθρα ἐστὶν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης. « Ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, » καὶ τὰ ἐξῆς. Κατὰ τοῦτο δέδοται ἀνακλήτως ἐλπίζειν ἐν τῇ καρδίᾳ.

Τοῦ αὐτοῦ. Ὁ μὲν πρακτικὸς (12) διὰ τῶν ἀρετῶν πολεμείτω τοῖς ἀλλοφύλοις· ὁ δὲ θεωρητικὸς τοῖς ἀληθέσι δόγμασι καθαιρεῖ τὸ πᾶν ὕψωμα κατὰ τῆς τοῦ Θεοῦ γνώσεως ἐπαιρόμενον. Καρδίαν δὲ τὸ ἡγεμονικὸν λέγει, ὅπερ οὐ φοβηθήσεται. Τάχα γὰρ ἡ ἀσθενήσασα σὰρξ φοβηθήσεται, ἐπεὶ τὸ φρόνημα αὐτῆς ἐχθρόν ἐστιν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης.

Τοῦ αὐτοῦ. Ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Ἐν τῇ καρδίᾳ. Ἐφωτίσθη γὰρ ἐν ταύτῃ τῇ βοηθείᾳ ἧς πεῖραν ἔλαβον, ὅθεν οὐδὲ ἄλλην πλείονα παράταξιν δέδοικα, σκεπούσης με τῆς τοιαύτης βοηθείας.

Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἵκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τόν ναόν αὐτοῦ· ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ αεακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ· ἐν πέτρᾳ ὕψωσέ με. Μεμαθήκαμεν (13) [*](62 Joan. VI, 55. 83 Isai. 1, 19, 20. 64 Gal. V, 19.) [*]((10) Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ, etc. Schedæ Gra- ii. codex Coislinianus, Barbarus.) [*]((11) Ἡ παρεμβολή, etc. Corderius.) [*]((12) Ὁ μὲν πρακτικός, etc. Schedæ Grabii, codex)

1280
οἶκον Κυρίου λέγεσθαι τὴν Ἐκκλησίαν Θεοῦ ζῶνπος, ἐκ λίθων ζώντων. Οὕσης δὲ καὶ χρηστότητος, οὔπς δὲ καὶ ἀποτομίας Θεοῦ, οἱ μὲν κατοικοῦττες ἐν οῖχῳ Κυρίου ὄψονται τὴν ἐν τῇ χρηστότητι τοῦ Θεοῦ τρπνότητα· οἱ δὲ ἕξω τοῦ οἴκου τυγχάνοντες τῆς ἀπππομίας αὐτοῦ πεῖραν λήψονται. Εἰ διαφέρει δὲ ναὸς Κυρίου καὶ οἶκος Κυρίου ἐπιστήσεις, καὶ εἰ οἶκος μὲν ἡ Ἐκκλησία ἀναλόγως Λευΐαις καὶ ἱερεῦσι. Πρῶτον ἐν τῇ σκηνῇ τοῦ Θεοῦ κρύπτεταί τις ἐν ἡμέρᾳ κακῶν ἀπὸ Κυρίου, εἶτα σκεπάζεται ἐν ἀποκρύφι τῆς σκηνῆς αὐτοῦ, καὶ τρίτον ἐν πέτρᾳ ὑψοῦτα:. Αἰτεῖ τοίνυν τὴν Ἐκκλησίαν οἰκεῖν διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικὰ πάσας τὰς ἡμέρας τῆς τεψωτισμένης αὐτοῦ ζωῆς. Ἐπὶ γῆς. φησὶ, τυγχάνων, εἰ καὶ πολλῶν δεῖ μοι τῶν ἀγαθῶν, μίαν αἴτησιν τέως αἰτῶ. Ἀθρόως γὰρ ἐν πᾶσιν οὐχ οἷόν τε γενέσθαι τοῖς ἀγαθοῖς, μήπω τόδε λείποι τὸ μέγα καὶ ἐξαίρετον, « τὸ θεωρεῖν με, » καὶ τὰ ἐξῆς. Ὁ δὲ ἀγαπῶν τὴν εὐπρέπειαν τοῦ οἵκου Κυρίου βούλεται τερπνῶς ἐναπολαῦσαι τῇ θέᾳ, καὶ μετὰ τὴν θεωρίαν ἐπισκέτεσθαι τὸν ναὸν αὐτοῦ. Θεωρεῖ δέ τις τὴν τερπνότητα Κυρίου, τὰ ὑποβεβηκότα δόγματα τῆς Ἐκκλτσίας ὁρῶν· προσβαλὼν δὲ τοῖς περὶ Τριάδος, περι. θρήσει τὸν ναὸν αὐτοῦ. Εὐπρέπεια δὲ Κυρίου καὶ πᾶς ὁ κατʼ ἀρετὴν βίος τῶν ἐν θεοσεβείᾳ διαπρεπόνπαων. « Ὅτι ἕκρυψέ με,» καὶ τὰ ἐξῆς. « Οἱ μὲν ἐχθροὶ, φησὶν, ἠσθένουν καὶ ἔπιπτον· » ἐγὼ δὲ ὑπὸ τῆς αὐτοῦ δεξιᾶς ἐκρυπτόμην ἐν σκηνῇ κατοικῶν, διὰ τὸ διάγειν ἐν ἐρημίαις, καὶ μὴ ἕχειν τότε τὸν οἶκον τοῦ Θεοῦ, μηδὲ τὸν ναὸν αὐτοῦ. Καὶ ἐν τῷδε τῷ τῶν διωγμῶν καιρῷ ἐσκέπασέ με. Ἀπόκρυφον δὲ σνηνῆς τὸ ἐνδότατόν τε καὶ ἅβατον, ὅπερ ἐκάλουν Ἅγια ἀγίων. Οὐ πάντως δὲ τὴν σκηνὴν ἐν τόπῳ γεγενῆεθαί φησιν, ἀλλʼ ἐν ψυχῆς καταστάσει ἡγιασμένῃ, καὶ πάσης ἀπηλλαγμένῃ τῆς τῶν πολλῶν κοινωνίας. Ἀλλ᾿ οὐκ ἀφῆκέ με, φησὶ, μέχρι τέλους λανθάνειν, ἀλλἀ καὶ ἑτέροις χρήσιμον γενέσθαι βουλόμενος, ἐν πέτρᾳ τῷ Χριστῷ ὕψωσέ με. Καὶ ἅλλως δὲ πολλάκις εῖρτ ται τὴν μὲν σκηνὴν δηλοῦν προκοπὴν, τὸν οἶκεν δὲ τελειότητα. Οὐδεὶς οὖν, ἐνεστηκυίας αὐτῷ τῆς τῶν κακῶν ἡμέρας, ἐν οἴκῳ εἶναι δύναται τοῦ Θεοῦ· ἀλλ᾿ ἐν τῇ σκιᾷ κρύπτεται, τῷ τὴν προκοπτὴν σκεπάζειν τὸν κακίας ἀπαλλαττόμενον. Ἕτι γὰρ μετανοοῦντες, οὐ δύνανται ἕχειν τὴν τελειότητα. Δύναται δὲ καὶ νῦν κακὰ νοεῖσθαι τὰ περιστατικά· ἀπόκρυφον σκηνῆς αὐτοῦ ἐπὶ τῆς παιδεύσεως, κἀκεῖ προκόπνμεν. Τὰ μέν ἐστι προφανῆ, τὰ δὲ μυστικά. Οὐα ἐτ τοῖς ἐπιπολαίοις οὖν ὁ Θεὸς τὸν προκόπτοντα σαές Αὐτοῦ δὲ εἶπε σκηνὴν, ἐπεὶ μὴ πᾶσα κατὰ Θεὸν προκοπή· διεδέξατο δὲ τὴν προκοπὴν ἡ πέτρα τῆς τελειότητος. Κατάλληλον δὲ τῇ μὲν προκοπῇ τὸ «ἔκρυψς, τῇ δὲ τελειότητι τὸ « ὕψωσε.» Λέγοις δʼ ἂν σπνὴ καὶ τὴν διὰ νόμου καὶ προφητῶν ἀγωγὴν, ἐν ᾗ ἐν τῷ μυστικῷ νῷ κρύπτει τὸν παιδευόμενον ὁ Θεὸς. ὑψῶν αὐτὸν ἐν τῇ πέτρᾳ τῷ Χριστῷ.

Ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κῶν μου, κ. τ. ἐ. Σκηνὴν τὸν Χριστὸν (14) ἀνομάξιϲ, [*]((14) Σκηνὴν τὸν Χριστόν, clc. Schedæ Grabii, codex Coislinianus. Barbarus.)

1281
ἐν ᾧ καὶ κατεσκήνιωσεν ὁ Θεός· Ἐν τῷ ἡλίῳ A vocat, in quo Deus habitavit. In sole enim, in- γὰρ, φησὶν, «ἔθετο τὸ σκήνωμα αὐτοῦ. » Ἥλιος δὲ δικαιοσύνης ὁ Κύριος. Καὶ γὰρ ἐκ τοῦ ναοῦ φησι. Ταύτην γὰρ, λέγει, σκηνὴν ἔσχον τὴν σκέπην καὶ τὴν βοήθειαν. Ἐπειδὴ ἐν τῇ τοῦ Θεοῦ σκηνῇ προσευξάμενος, καὶ τὴν ἀπὸ τῶν ἄρτων λαβὼν εὐλογίαν, τὰς χεῖρας τῶν πολεμούντων διέφυγεν, ὁπότε καὶ Δωὴκ τὰς βασιλικὰς ἡμιόνους νέμων τὴν αὐτοῦ φυγὴν τῷ Σαοὺλ κατεμήνυσεν. « Ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.» Ἀντὶ τοῦ, ὡς ἐν ἀποκρύφῳ. Οὕτω, φησὶ, πολλὰ ζητήσαντες περὶ ἐμοῦ οἱ πολέμιοι οὐχ εὗρόν με, τοῦ Θεοῦ με σκεπάζοντος. Καὶ οὕτω τὸ, « Ἔκρυψέ με.

Καὶ νῦν λδυὸ ὕψωσε τὴν κεφσλήν μου ἐπʼ ἐχλρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ οὐ. οῦ θυσίαν ἀλαλαγμοῦ, κ. τ. ἐ. Εἰ ὁ κυκλώσας (15) ύει· θυσία δέ ἐστι πνεῦμα συντετριμμένον· ὁ συνρίψας τὴν ἑαυτοῦ ψυχὴν κύκλρ αὐτὴν πεποίηκε χῆμα γωνίας μὴ ἔχουσαν ἐπιδεχομένην φθορὰν, καὶ ὴν ἀφροσύνην αὐτὴν, ἣ, φησὶ Σολομὼν, « ταῖς γωίαις παρεδρεύει· » καὶ τὸ, « Κατελθὸν δὲ ἐπὶ τοὺς ιαῖδας Ἰὼβ πῦρ τῶν τεσσάρων ἥψατο γωνιῶν τοῦ ἴκου. »

Σοἰ ελπεν ἡ καρδία μον· ἘἘξεζῆτησα τὸ πρόσπόν σου,τὸ πρόσωπτόν σου, Κύριε, ζητήσω, κ.τ.ἑ. Οταν τὸ πρόσωπόν τινος (16) τὸ πρόσωπον τσῦ Κυίου ζητήσει, τότε ἀνακεκαλυμμένως τὴν δόξαν Κυίου κατοπτρίζεται, καὶ γενόμενος ίσάγγελος, διὰ αντὸς ὄψεται τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. τοῦ αὐτοῦ. Διʼ ὧν καθαίρει τις (17) ἑαυτὸν, δεί,. νυσι ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ, ὅπερ οἱ ἄγγεοι διὰ παντὸς λέγονται βλέπειν.

Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιόν μς, κ. τ. ἑ. Μακάριος ὁ ἐγκαταλειφθεὶς (18) πὸ τοῦ διαβόλου καὶ τῆς συζύγου αὐτοῦ κακίας, ἐξ ς τίκτει τοὺς παρανόμους τούτου υἱούς. Ὥσπερ αῦλος διὰ τοῦ Εὐαγγελίου γεννᾷ τοὺς Γαλάτας, οὕω καὶ διὰ τῆς κακίας ὁ διάβολος γεννᾷ τοὺς πονησύς. Τῆς συμφορᾶς, φησὶν, ἐπιστάσης μοι νῦν, καὶ ἧς τοσούτων πολεμίων ἐφόδου, οὐδὲ πατὴρ ἄν με φέλησαν οὐδὲ μήτηρ, αὐτὸς δὲ ἀντὶ πάντων ὤφθης οι βοηθός.

Νομοθέτησόν με, Κύρωε, τὴν ὀδόν σου, καὶ όδήγσόν με ἐν τρίβω εὐθείᾳ, κ. τ. ἐ. Ὅρα τὸν ἐν ῷ νόμῳ (19) Μωϋσέως καὶ γράμματι, ὡς οὐκ ὄντα ὁδῷ Κυρίου, νομοθετηθῆναι εὐχόμενον τῇ ὁδῷ τοῦ υρίου.

Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, τ. ἐ. Ἀνδρίζου (20), τουτέστιν ἀνδρείαν ἀνάλαβε, κατʼ ίσχὺν σώματος, ἀλλὰ κραταιουμένης τῆς ιρδίας σου· οὕτω γὰρ ὑπομεῖναι τὸν Κύριον δυνησῃ.

Τοῦ αὐτοῦ. Ἀνδρεία καρδία (21) καὶ ψυχή ἐστιν [*](65 Psel. XVIII, 6. Job. I, 19.) [*]((15) Εἰ ὁ κυκλώσας, etc. Schedæ Grabii, Barrus.) [*]((16) Ὅταν τὸ πρόσωπόν τινος, etc. Corde- Corderius, Barbarus.) [*]((17) Διʼ ὧν καθαίρει τις, etc. Schedæ Grabii.) [*]((18) Μακάριος ὁ ἐγκαταλειφθείς, etc. Eædem)

1284
ἡ μὴ ἕχουσα λογισμοὺς ἀκαθάρτους καὶ δόγραει ψεωδῆ.