Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω, κ. τ. ἑ. Συνέδριον ματαιότητος (3) πρεσβύτεροι αἱρετικοί· παρανομοῦντες λαϊκοὶ παράνομοι. Ἐκκλησία πονηρευομένων αἱρετικὴ σύνταξις, καὶ ἀσεβεῖς πρεσβύτεροι αἱρετικοί. Τούτοις, φησὶν, οὐ συνῆλθον, ἀλλʼ οὐδὲ τοῖς τὸν θεῖον παραβαίνουσι νόμον συνεφυρόμην. Μάλιστα δὲ πάντων ἀπεστρεφόμην τοὺς τὸ θεῖον ἐνυβρίζοντας σέβας ἐν Ἐκκλησίᾳ δῆθεν συγκροτουμένους· καὶ πρὸς τούτοις τὴν τῶν εἰδωλολατρούντων ἀσέβειαν, οἶς καὶ τὸ συγχρονίζειν ἡγούμην ἐπτισφαλές.

Τοῦ αὐτοῦ. Ταῦτα ῥητέον (4) φιλίπποις καὶ αἱρετισεοῖς. Ταῦτα πάντα τέθεικε, βουλόμενος δεῖξαι, ὅτι οὐδὲ ταῖς ἑορταῖς τῶν εἰδώλων ἐκοινώνησέ ποτε, οὐδὲ τὰ λαμπρὰ τῶν ἀσεβῶν ἠγάπησεν, οὐδὲ ἐξέπληξεν αὐτὸν ὁ τῆς Βαβυλωνίας πλοῦτος, ἀλλʼ ἦν αὐτῷ ἐν ἐπιτηδεύσει ἡ εὐσέβεια καὶ ἡ ταπεινοφροσύνη.

Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, κ. τ. ἑ. Λογικὸν θυσιαστήριον (5) Θεοῦ ὁ νοῦς ἡμῶν ἐστιν, ἐφʼ οὗ καίομεν τῷ παρὰ τοῦ Πατρὸς εἰς τὴν γῆν βληθέντι πυρὶ πάντα λογισμὸν ἄλογον ἀποσκιρτῶντα τῆς ἀγέλης τοῦ δεσπότου. Ὄτε τοίνυν ἡ ψυχὴ οὐκ ἔξω νεύει, ἀλλὰ [*](55 Joan. XIV, 6.) [*]((98) Ἡ ἐλπίς, etc. Schedæ Grabii, et codex Coislinianus.) [*]((99) Nεφροὶ μέν, etc. Codex Coislinianus.) [*]((1) Ὁ νοῶν, etc. Corderius.) [*]((2) Εἰ ἡ ἀ λἡθεια, etc. Codex Coislinianus, scheAuæ Grabii, Barbarus.)

1276
βλέπει πρὸς ἑαυτὴν καὶ τὸ ἴδιον κέντρον, κυκλοῖ τὸ θυσιαστήριον τοῦ Θεοῦ· μηδεμίαν γωνίαν ἐργαζομένη φθορᾶς δεκτικήν· «Τὴν γὰρ ἀφροσύνην γωνίαν πσρεδρεύειν» ὁ σοφός φησι Σολομών. Ἔστι δὲ θυσιαστήριον σωμάτων θεωρία καὶ ἀσωμάτων, ἐν ᾖ καθαρεται νοῦς· ἣν ὁ κυκλώσας, τουτέστιν ἐγνωκὼς, διηγεῖται πάντα τὰ θαυμάσια τοῦ Θεοῦ.

Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, ?? τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν ἀνομαι Ἡ δεβιὰ αὐτῶν ἐπλήσθη δώρων, κ. τ. ἑ. Τὴν ψυγὴν ἀπαθῆ διεφύλαξα.

Τοῦ αὐτοῦ. Ὡς δυναμένου (6) καὶ δικαίου συνασολέσθαι τοῖς ἀσεβέσι, ταῦτά φησι. Καὶ ὁ Ἀβραὰμ δὲ πρὸς τὸν Θεὸν, « Μὴ συναπολέσῃς, » φησὶ, « δίκαια μετὰ ἀσεβοῦς; Καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής; » Χρηστέον δὲ τούτῳ τῷ ῥητῷ πρὸς εὐλαβεῖς ἄνδρας ἢ γυναῖκας, συζῶντας ἢ συζούσας κακοῖς.

Τοῦ αὐτοῦ. « δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Ἐπειδὴ εἰργάζοντο (7) ἀνομίαν, διὰ τοῦτο τὴν δεξιὰναὐτῶν ἐπλήρουν δώρων.

Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσως; κ. τ. ἑ. Ὁ ἀνδρεῖος ταῦτα (8) ἐρεῖ καὶ γνώσει πεφωτισμένος, ὁποῖος ἦν ὁ λέγων «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ ριστοῦν. Καὶ γὰρ εἰ ἀληθῶς ὁ Χριστὸς ὑπὲρ ἡμῶν, ἐξουδένωται πᾶς ὁ καθʼ ἡμῶν. Ἐὰν δὲ μὴ ἐκλάβωμεν τὸ, «ζωῆς μου,» ἐπὶ τοῦ εἰπόντος, « Ἐγώ εἰμι ἡ ζωὴ. ἀλλʼ ἐπὶ τῆς ἁπλούστερον νοουμένης, οὐκ ἔσται ὑπερασπιστὴς τῆς τῶν μαρτύρων ζωῆς ὁ Κύριος. Καὶ ὁ Παῦλος δὲ λέγων, « Ὥστε ἐξαπορηθῆναι ἡμᾶς ?? τοῦ ζῇν,» τὴν θεῖαν ἔλεγε ζωήν. Δειλίαν δὲ οὐ πείπταν ὁ ταῦτα λέγων ἐκ διαθέσεως. «Τοῖς» γὰρ «δειλοῖς, ?? τὸν Κύριον, τὸ μέρος ἐν τῇ λίμνῃ τοῦ πυρός. » Προσ κόπτει δὲ ψυχὴ τυφλώττουσα, καὶ πάντα φοβεῖται. καὶ τὴν εἰς Θεὸν ὁμολογίαν ἀρνήσεται· ὑπὸ Θεοῦ δὲ φωτισθεῖσα, πρῶτον μὲν τὸν πρόμαχον αὐτῆς καὶ Σωτῆρά ἐστι θεωροῦσα, μετὰ δὲ ταῦτα τῶν αὐτῆς πολεμίων καταθαῤῥεῖ, εἴτε Θεὸν ἀγνοούντων ἀνβρώ πων, εἴτε δυνάμεων ἀοράτων, ὡς αὐτὸν ἔχουσα τὸν Υἱὸν βοηθόν· ἐν γὰρ τούτῳ τῷ Ἑβραϊκῷ τὸ, σωτ?? μου,» ὄνομα γέγραπται τοῦ Σωτῆρος ἡμῶν Ἰησαῦ Χριστοῦ· διʼ ὧν ἄν τις τοῖς Ἑβραῖκοῖς χαρακτῇρσ γρόψῃ τὸν Ἰησοῦν.

Ἐν τῷ ἐγγίζειν ἐπʼ ἐμὲ κακοῦντας τοῦ φσγεὸντὰς σάρκας μου· οἱ θλβοντές με καὶ οἱ ἐχθροί ρου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν, κ. τ. ἑ. Ὅτε πεν ραζόμενοι (9) ἐγγίζουσιν ἐφʼ ἡμᾶς κακοῦντες, φαγεὸν [*](VIII, 35. 59 Joan. XIV, 6. 60 II Cor. I, 8. ⁶¹ Apovertis.) [*](Coislinianus num. 189. Verum nonnulla iisdem fere exstant apud Eusebium.) [*]((9) Ὄτε πειραζόμενοι, etc. Codex Coislinianus 189.)

1277
θέλοντες τὴν μὴ δυναμένην κληρονομῆσαι Θεοῦ βασιλείαν σάρκα, καὶ τραφῆναι ἀφʼ ὧν ἁμαρτάνοντες ποιοῦμεν ἔργων σαρκὸς ἑτέρας οὕσης παρὰ τὴν ὀψομένην σάρκα τὸ σωτήριον τοῦ Θεοῦ· καὶ ὅτε ἐγγίζουσι τοῦ δικαίου κακοῦντες, τότε πρῶτον ἀσθενοῦσιν, εἶτα πίπτουσιν, αὐτῆς τῆς ἁρῆς ἧς ἅπτονται τοῦ δικαίου, κολαζούσης αὐτοὺς, καὶ ἀσθενεῖν καὶ πίπτειν ποιούσης αὐτούς.

Τοῦ αὐτοῦ. Εἰ ἡμεῖς τὰς τοῦ Χριστοῦ (10) σάρκας ἐσθίομεν, (« Ὁ τρώγων » γάρ « μου, » φησὶ, « τὴν σάρκα, καὶ πίνων μου τὸ οἶμα·») τὰς δὲ ἡμετέρας οἱ δαίμονες· μήποτε καὶ τὰς τοῦ Χριστοῦ ἄρα σάρκας οἱ δαίμονες ἐσθίουσι, τὰς ἐν ἡμῖν ἀρετὰς καὶ τὰ ἀληθῆ δόγματα διαφθείρειν σπουδάζοντες· λέγεται γὰρ τὸ «φαγεῖν » καὶ ἐπὶ τοῦ «διαφθείρειν.»—« Ἐὰν» γὰρ «θέλητε, » φησὶν, « καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.» Ἐνταῦθα γὰρ τὸ, « κατέδεται,» ἀντὶ τοῦ, «διαφθείρει.» κεῖται· μάχαιρα γὰρ ἐσθίειν οὐ πέφυκεν. Ἤ τὰς σάρκας ἡμῶν λέγονται ἐσθίειν οἱ δαίμονες ἀντὶ τοῦ τὰ ἐκ τῆς σαρκὸς φυόμενα. « Φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς, » ὁ ἱερὸς Ἀπόστολός φησιν, « ἄτινά ἐστι μοιχεῖαι, πορνεῖαι, ἀσέλγειαι, εἰδωλολατρεῖαι,» καὶ τὰ ἐξῆς.

Ἐὰν παρατάξηται ἐπʼ ἐμέ παρεμβολὴ, οὐ φοηλήσεται ἡ καρδία μου, κ. τ. ἑ. Ἡ παρεμβολὴ (11) τοιαύτη ἐστὶν, ὁποῖος ὁ ἐν τάφοις οἰκῶν λεγεών. Καὶ τάχα φῶς ἐστιν ἡ τῶν ἐναντίων παρεμβολή. Ἡ καρδία δὲ, τουτέστι τὸ ἡγεμονικὸν, οὐ φοβηθήσεται· ἐπεὶ τὸ φρόνημα αὐτῆς ἔχθρα ἐστὶν εἰς Θεὸν, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτασσομένης. « Ἐὰν ἐπαναστῇ ἐπʼ ἐμὲ πόλεμος, » καὶ τὰ ἐξῆς. Κατὰ τοῦτο δέδοται ἀνακλήτως ἐλπίζειν ἐν τῇ καρδίᾳ.