Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Πόρωσον τοὺς νεφρούς μου, κ. τ. ἑ. Νεφροὶ μὲν (99) σύμβολόν εἰσι τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς, τουτέστι θυμοῦ καὶ ἐπιθυμίας· καρδία δὲ τοῦ λογιστικοῦ.

Ὅτι ὁ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου, κ. τ. ἑ. Ὁ νοῶν (1) τὰ περὶ ἐλέους ταῦτα ἐρεῖ, μεμνημένος τῆς περὶ ἐλέους θεωρίας· Ὁ ἔλεός σου ὁ τεθεωρημένος μοι, τῷ κατέναντι τῶν ὀφθαλμῶν μου εἶναι, συνεργεῖ πρὸς τὸ εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου. Κατʼ ἀλήθειαν γὰρ καὶ οὐκ ἐπιπλάστως εὐαρεστεῖν ποιεῖ τὸ τοῦ Θεοῦ ἔλεος. Σοφοῦ γὰρ καὶ θεωροῦντος τὴν ἀλήθειαν ἡ φωνή. Εἶτα τῆς εὐαρεστήσεως τὰ εἴδη διέξεισιν.

Τοῦ αὐτοῦ. Εἰ ἡ ἀλήθειά (2) ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὡς εἶπεν· « Ἐγώ εἰμι ἡ ἀλήθεια·» ἐν δὲ τῇ ἀληθείᾳ εὐηρέστησε Δαυΐδ τῷ Θεῷ, ἐν τῷ Θεῷ εὐηρέστει ἄρα ὁ Δαυΐδ τῷ Θεῷ. Διὰ τοῦτο, φησὶν, ἔσπευσα εὐαρεστεῖν τῇ ἀληθείᾳ σου, ἀντὶ τοῦ, σοί. Περιφραστικῶς γὰρ τὴν ἀλήθειαν τοῦ Θεοῦ αὐτὸν καλεῖ τὸν Θεόν.

Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω, κ. τ. ἑ. Συνέδριον ματαιότητος (3) πρεσβύτεροι αἱρετικοί· παρανομοῦντες λαϊκοὶ παράνομοι. Ἐκκλησία πονηρευομένων αἱρετικὴ σύνταξις, καὶ ἀσεβεῖς πρεσβύτεροι αἱρετικοί. Τούτοις, φησὶν, οὐ συνῆλθον, ἀλλʼ οὐδὲ τοῖς τὸν θεῖον παραβαίνουσι νόμον συνεφυρόμην. Μάλιστα δὲ πάντων ἀπεστρεφόμην τοὺς τὸ θεῖον ἐνυβρίζοντας σέβας ἐν Ἐκκλησίᾳ δῆθεν συγκροτουμένους· καὶ πρὸς τούτοις τὴν τῶν εἰδωλολατρούντων ἀσέβειαν, οἶς καὶ τὸ συγχρονίζειν ἡγούμην ἐπτισφαλές.

Τοῦ αὐτοῦ. Ταῦτα ῥητέον (4) φιλίπποις καὶ αἱρετισεοῖς. Ταῦτα πάντα τέθεικε, βουλόμενος δεῖξαι, ὅτι οὐδὲ ταῖς ἑορταῖς τῶν εἰδώλων ἐκοινώνησέ ποτε, οὐδὲ τὰ λαμπρὰ τῶν ἀσεβῶν ἠγάπησεν, οὐδὲ ἐξέπληξεν αὐτὸν ὁ τῆς Βαβυλωνίας πλοῦτος, ἀλλʼ ἦν αὐτῷ ἐν ἐπιτηδεύσει ἡ εὐσέβεια καὶ ἡ ταπεινοφροσύνη.

Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, κ. τ. ἑ. Λογικὸν θυσιαστήριον (5) Θεοῦ ὁ νοῦς ἡμῶν ἐστιν, ἐφʼ οὗ καίομεν τῷ παρὰ τοῦ Πατρὸς εἰς τὴν γῆν βληθέντι πυρὶ πάντα λογισμὸν ἄλογον ἀποσκιρτῶντα τῆς ἀγέλης τοῦ δεσπότου. Ὄτε τοίνυν ἡ ψυχὴ οὐκ ἔξω νεύει, ἀλλὰ [*](55 Joan. XIV, 6.) [*]((98) Ἡ ἐλπίς, etc. Schedæ Grabii, et codex Coislinianus.) [*]((99) Nεφροὶ μέν, etc. Codex Coislinianus.) [*]((1) Ὁ νοῶν, etc. Corderius.) [*]((2) Εἰ ἡ ἀ λἡθεια, etc. Codex Coislinianus, scheAuæ Grabii, Barbarus.)

1276
βλέπει πρὸς ἑαυτὴν καὶ τὸ ἴδιον κέντρον, κυκλοῖ τὸ θυσιαστήριον τοῦ Θεοῦ· μηδεμίαν γωνίαν ἐργαζομένη φθορᾶς δεκτικήν· «Τὴν γὰρ ἀφροσύνην γωνίαν πσρεδρεύειν» ὁ σοφός φησι Σολομών. Ἔστι δὲ θυσιαστήριον σωμάτων θεωρία καὶ ἀσωμάτων, ἐν ᾖ καθαρεται νοῦς· ἣν ὁ κυκλώσας, τουτέστιν ἐγνωκὼς, διηγεῖται πάντα τὰ θαυμάσια τοῦ Θεοῦ.

Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, ?? τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν ἀνομαι Ἡ δεβιὰ αὐτῶν ἐπλήσθη δώρων, κ. τ. ἑ. Τὴν ψυγὴν ἀπαθῆ διεφύλαξα.

Τοῦ αὐτοῦ. Ὡς δυναμένου (6) καὶ δικαίου συνασολέσθαι τοῖς ἀσεβέσι, ταῦτά φησι. Καὶ ὁ Ἀβραὰμ δὲ πρὸς τὸν Θεὸν, « Μὴ συναπολέσῃς, » φησὶ, « δίκαια μετὰ ἀσεβοῦς; Καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής; » Χρηστέον δὲ τούτῳ τῷ ῥητῷ πρὸς εὐλαβεῖς ἄνδρας ἢ γυναῖκας, συζῶντας ἢ συζούσας κακοῖς.

Τοῦ αὐτοῦ. « δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Ἐπειδὴ εἰργάζοντο (7) ἀνομίαν, διὰ τοῦτο τὴν δεξιὰναὐτῶν ἐπλήρουν δώρων.