Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀπὸ γαστρός μηερός μου Θεός μου εἶ σὺ, κ. τ. ἑ ἐπεὶ ἅμα (55) τῷ γεννηθῆναι ηῦχετο, τάχα καὶ πρὶν γεννηθῆναι· ἦν γὰρ συνετώτερος Ἰωνᾶ ἐν κοιλίᾳ κήτους εὐχομένου.

Μὴ ἀποστῇς ἀπʼ ἐμοῦ, ὅτι Θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν, κ. τ. ἑ. Τάχα τὸ, « θλίψις (56) ἐγγὺς, » ἔλεγεν ἐπὶ τοῦ σταυροῦ κρεμάμενος, ἀναφέ ρων ἐπὶ τὰς ἐν ᾄδου πρὸς τὰς ἐκεῖ δυνάμεις περιστάσεις. Λέγει δὲ ταῦτα, οἱονεὶ οὐδενὸς τῶν ἀγγέλων αὐτῷ βοηθοῦντος. Οὐ γὰρ ἐτόλμησέ τις αὐτῶν ἕως ἐκεῖ συγκατσβῆναι.

Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίυνες περιέσοχν με, κ. τ. ἑ. Ἀνάγοις δὲ ταῦτα (57) καὶ ἐπὶ τοὺς νοητοὺς δαίμονας, καὶ μόσχους νοήσεις τὰς ἐνεργούσας γήῖνα πονηρὰς δυνάμεις, διὰ τὸ γεωπόνον εἶναι τὸ ζῶον· ταύρους δὲ πίονας διὰ τὸ πολυμαθὲς τῆς κακίας τὰς τῶν ἀπατηλῶν ῥημάτων προϊσταμένας δυνάμεις καὶ διʼ αὐτῶν τοὺς ἀνθρώπους κερατιζούσας· λέοντα δὲ τὸν διάβολον ὠρυόμενον καθʼ ἡμῶν, καὶ πολλοὺς καθαρπάζοντα, ἀφʼ οὖ λέοντος ἐξέσπασεν ὁ ποιμὴν ὁ καλὸς δύο σκέλη καὶ λοβὸν ὠτίου, διὰ παρακοῆς μὲν καταπίνοντος τὸ ὧς τῆς ψυχῆς τοῦ ἀνθρώπου, διὰ δὲ τῶν σκελῶν τὴν πορείαν αὐτῆς.

Τοῦ αὐτοῦ. Ζητήσεις δὲ (58) ἀπὸ τοῦ, « Περιεκύκλωσάν με μόσχοι πολλοὶ, » πότερον τὰ μὲν λέγτπαι πρὸ τῆς ἐξόδου, τὰ δὲ περὶ τῶν μετὰ τὴν ἔξοδον. ἢ πάντως περὶ τῶν μετὰ τὴν ἔξοδον. Καὶ εἰκός γε ὄτι ἐώρα περιεστηκυίας δυνάμεις βουλομένας τὴν ψοχή αὐτοῦ παραλαβεῖν, καὶ καταβιβάσαι ἐν σκυθρωποτέροις χωρίοις.

[*](19 Jerem. 1, 5. 20 III Reg. VIII, 46.)[*]((57) Ἀνάγοις δὲ ταῦτα, etc. Schedæ Grabii, partimque Corderius apud quem incerto auctur tribuuntur.)[*]((58) Ζητήσεις δέ, etc. Schedæ Grabii.)
1257

Ὠσεὶ ὔδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πὰντα τὰ ὀστα μου, κ. τ. ἑ. Ὀστᾶ τῆς σοφίας (59) τὰ ἅγια δόγματα τῆς Ἐκκλησίας ἐστὶν, ἅπερ ἐν τῷ Πάσχα τοῖς Ἰουδαίοις μὴ συντρίβειν νενομοθέτηται· ι « Ὀσιοῦν » γὰρ. φησὶν, « οὐ συντρίψετε αὐτοῦ. Ἐκχεῖται δὲ ς ὑπὸ τῶν πρεσβευόντων αὐτὸν ὑδαρῶς, καὶ ὑπὸ τῶν εἰς οὐκ ἐπαιτήδεια σκεύη λαλούντων αὐτὸν, καὶ ἐκχεόντων· διασκορπίζεται δὲ πάντα τὰ ὀστᾶ τοῦ λόγου ὑπὸ τῶν μὴ σωζόντων αὐτοῦ τὸ ὕψος, ἀλλὰ τὴν ἐν ταῖς Γραφαῖς ἁρμονίαν αὐτοῦ διαλυόντων, ὥστε εἶναι παρὰ μὲν τῷδέ τινι τόδε ὀστέον αὐτοῦ, παρὰ τῷδέ τινι ἕτερον, καὶ ἕτερον παρʼ ἑτέρῳ. Ὁ δὲ ἐν τῷ τελείῳ Θεὸς συνάγει ὀστοῦν πρὸς ὀστοῦν, καὶ ἁρμονίαν πρὸς ἁρμονίαν ἐκ τοῦ ὄντος Ἰσραήλ. Ἤ κατὰ τὸ, « Ἐλέησόν με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, » ἐστί τινα τῆς ψυχῆς νοητὰ ὀστᾶ.

Καὶ εἰς χοῦν θανάτου κατήγαγές με, κ. τ. ἑ. Οὐκ εἰς θάνατον (60), ἀλλʼ εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· οὐ γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς ᾅδου κατελήφθη, καὶ ἡ σὰρξ αὐτοῦ οὐκ οἶδε διαφθοράν.

Διεμερίσαντο τὰ ἱμάτιιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματαισμόν μου ἕβαλον κλῆρον, κ. τ. ἑ. Ἰουδαῖοι μὲν (61) τὸν γραπτὸν νόμον τηροῦντες καὶ τὰ αἰσθητὰ μάτια τοῦ Λόγου διαμερίζονται· ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ λόγου φυλάσσοντες, τὰ νοητὰ ἱμάτια τοῦ Σωτῆρος μῶν διαμεριζόμεθα, εἰς Χριστὸν βαπτιζόμενοι, καὶ ??ὐτὸν ἐνδυόμενοι ὡς σοφίαν καὶ ἀλήθειαν καὶ δικαιούνην.

Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, κ. τ. ἑ. Η δυναμένη τὴν ψυχὴν (62) πλῆξαι ῥομφαία νοητὴ ρα ἐστὶ, περὶ ἦς εἴρηται· « Καὶ σοῦ δὲ αὐτῆς τὴν υχὴν διελεύσεται ῥομφαία. » Ῥομφαία τοίνυν ἐστὶ εκτὴ πειρασμὸς εἰς ἀπιστίαν Θεοῦ προσκαλούμενος ην ψυχὴν, ἢ γνῶσις ψευδώνυμος, ἢ λογισμὸς ἀκάκρτος εἰς ἁμαρτίαν ἐφελκόμενος τὴν ψυχήν· ὅπερ υμβαίνει τοῖς τὴν πρακτικὴν κατορθοῦν βουλομέις.