Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, κ. τ. ἑ. Ὁ σκώληξ (52) οὐκ ἐκ συνδυασμοῦ γεννᾶται, ἀλλʼ ἀπὸ ξύλου, καὶ κατεσθίει ξύλα, χόρτον, καλάμην. Τάχα καὶ ὁ Θεὸς ἡμῶν πῦρ ἐστι καταναλίσκον τὴν μοχθηρὰν καὶ εὔπρηστον ὕλην. Εἰ δὲ ξύλα καὶ αἱ λογικαὶ ὀνομάζονται φύσεις «Σὲ» γὰρ, φησὶν, « ἐζήλωσαν πάντα τὰ ξύλα τοῦ παραδείσου, » ἐν δὲ ταύταις πέφυκε γεννᾶσθαι Χριστὸς ὡς σοφία, καὶ δικαιοσύνη· καλῶς ὁ Χριστὸς ὀνομάζεται σκώληξ ἐν τοῖς τοιούτοις ξύλοις γενόμενος. Ἀλλὰ καὶ ὡς σκώληξ δέλεαρ γέγονε τῷ διαβόλῳ καὶ τοῖε ἀγγέλοις αὐτοῦ· καὶ εὑρίσκεται μὲν τῷ σοφῷ εὐθὺς, τῷ δὲ ἄφρονι σκολιός. Τίνεται δὲ καὶ ἡμῖν ἁμαρτάνουσι σκώληξ, τὴν συνείδησιν ἡμῶν διελέγχων καὶ κατατρώγων.