Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, κ. τ. ἑ. Μόνῳ ἡ ψυχὴ (68) τοῦ Θεοῦ ζῇ τῷ Θεῷ, τὴν γνῶσιν ἔχουσα οὐ μόνον τῶν γεγονότων, ἀλλὰ καὶ αὐτοῦ τοῦ Θεοῦ.

Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομέτη κ. τ. ἑ. « Γενεὰ πορεύεται (69) καὶ γενεὰ ἔρχεται. « Γενεὰ » δὲ « σοφίας » ἐστὶ κατὰ τὸν σοφὸν Σῶομῶντα « φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα πὰ ζωή.

Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσα κ. τ. ἑ. Ὥσπερ τὸ πρόβατον (70) τρέφεται χλόῃ κκ. ὕδατι, οὕτω καὶ ὁ ἄνθρωπος ζωοποιεῖται πράξει κκὶγνώσει.

Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐκ τρίβους δικαιοσύνης, κ. τ. ἑ. Εἰ ἔστι τρίβος (71) δικαιοσύνης, ἐστὶ καὶ σωφροσύνης καὶ ἀγάπης κκὶἐγκρατείας, διʼ ὧν εἰσέρχεταί τις εἰς τὴν βασιλείαι τῶν οὐρανῶν.

Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς βανάτου. οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετʼ ἐμοῦ, κ. ?? ἑ. Ἐντεῦθεν ὁ λόγος (72) οὐ περὶ Θεοῦ, ἀλλὰ τρὸς αὐτὸν τὸν Θεὸν. Οὐ ταυτὸν δέ ἐστι πορεύεσθαι μέσῳ σκιᾶς θανάτου τῷ καθῆσθαι ἐν σκιᾷ θανάτον. ὁ μὲν γὰρ καθεζόμενος ἵδρυται ἐν αὐτῇ, καὶ βέβαις??? ἐστιν ἐν τῷ κακῷ, καὶ ἐν τῇ σκιᾷ τοῦ θανάτου· δ?? τοῦτο ἐν σκοτίᾳ ἐστὶ, καὶ δεῖται ἐλέου, ἵνα ἀνατε?? αὐτῷ φῶς· ὁ μέντοιγε μὴ καθεζόμενος, ἀλλὰ παρατρέχων, διὰ μὲν μέσου σκιᾶς θανάτου ὁδεύων, ?? ἑστηκὼς δὲ, ἀλλὰ παρατρέχων διʼ αὐτῆς τῆς ?? τοῦ θανάτου, οὐ μόνος περιπατεῖ· Κύριος γὰρ αὐ?? συνοδεύει. Ποῦ δὲ γέγραπται περὶ τῆς καθίσεως τῆς σκιᾶς τοῦ θανάτου· « Καθημένοις ἐν χώρᾳ καὶ σκ?? θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. »

Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὖταί ?? παρεκάλεσαν, κ. τ. ἑ. Ὅτι ἡ ῥάβδος (73) ἐπὶ ?? [*](26 Joan. vI, 41. 27 Eccles. 1, 4. 28 Prov. XXI, 4. 29 Isa. ΙX, 2.) [*](codex Coislinianus, Barbarus.) [*]((71) Εἰ ἔστι τρίβος, etc. Schedæ Grabii. barus.) [*]((72) Ἐντεῦθεν ὁ λόγος, etc. Codex Barocciamis Barbarus.) [*]((73) τι ὁ ῥάβδος, etc. Codex Barocciamis, Barbarus.)

1261
μαστίγων καὶ τῶν κολάσεων εἴρηται, μαρτυρήσει αὐτὴ ἡ Γραφὴ λέγουσα· « Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοί μου τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτῶν· » ὥστε εἰ ἥμαρτες καὶ βλέπεις ῥάβδον Θεοῦ ἐπικειμένην σοι, ἴσθι, ὅτι τὸ ἔλεος τοῦ Θεοῦ οὐ διεσκέδασται ἀπὸ σοῦ. Εἰ δὲ ἥμαρτες, καὶ οὐδαμοῦ ῥάβδος, οὐδὲ μάστιξ, φοβοῦ· οὐ παραδέχεταί σε ὁ Θεὸς « ὁ μαστιγῶν πάντα υἱὸν ὅν παραδέχεται. » Τοιαῦτα λέγεται περὶ τῶν ἁμαρτωλῶν, ὅτε οὐ μαστιγοῦνται· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου. » Ἀρκεῖ ῥάβδος· τί ποιεῖ βακτηρία; ἐὰν ᾗς πρόβατον ἁμαρτωλὸν, ῥάβδῳ πληγήσῃ· ἐὰν ἦς ἅνθρωπος ἁμαρτωλὸς, βακτηρίᾳ· διὰ τοῦτο ἐπὶ τούτων οὐ ῥάβδος, ἀλλὰ βακτηρία ὠνομάσθη παρὰ τῷ ὕολομῶντι ἐν ταῖς Παροιμαις· « Ὁ φειδόμενος τῆς βακτηρίας μισεῖ τὸν ἑαυτοῦ υἱόν. » Ταῦτα οὖν παρακαλεῖ τὸν τυπτόμενον καὶ τὸν κολαζόμενον, πεπεισμένον, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται.

Τοῦ αὐτοῦ. Ὥσπερ ῥάβδος (74) παιδεύει, οὕτω πρακτικὴ μετροπαθεῖν ἐκδιδάσκει· καὶ ὥσπερ βακτηρία ἀναπαύει, οὕτω καὶ γνῶσις εὐφραίνει. ακτηρία τὸ ἰσχυρόν. Βούλεται οὖν εἰπεῖν, ὅτι, Ἡ βασιλεία σου ἡ κραταιὰ τῆς παρακλήσεως μοι ταύτης ἐγένετο χορηγός.