Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Μνησθήσανται καὶ ἐπιστραφήσονταν πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. Μετά τὴν γνῶσιν (66) ἡ λήθη, καὶ μετὰ τὴν λήθην ἡ μνήαη. Καλῶς τε, « μνησθήσονται, » τέθεικεν· ὑπὸ τοῦ θεοῦ γὰρ τὸ εἶναι δεξάμενοι, τοῦ δημιουργήσαντος μπσθήσονται, καὶ μνησθέντες ἐπιστραφήσονται, οὐχ ἔν ἔθνος, ὡς εἴρηται, οὐδὲ δύο, ἀλλὰ πάντα τὰ πέρατα τῆς γῆς, τῷ τῆς θεογνωσίας φωτὶ φωτιζόμενα.
Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεταόζει τῶν ἐθνῶν, κ. τ. ἑ. Δεῖ γὰρ αὐτὸν (67) βασιλεύειν ἄχρις ἂν θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὡσεὶ ἔλεγεν, ὅτι πάντες ἄδικοι γενόμενοι δίκαιοι, παυσάμενοι τοῦ γενέσθαι γήῖνοι καὶ φθαρτοί.
Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, κ. τ. ἑ. Μόνῳ ἡ ψυχὴ (68) τοῦ Θεοῦ ζῇ τῷ Θεῷ, τὴν γνῶσιν ἔχουσα οὐ μόνον τῶν γεγονότων, ἀλλὰ καὶ αὐτοῦ τοῦ Θεοῦ.
Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομέτη κ. τ. ἑ. « Γενεὰ πορεύεται (69) καὶ γενεὰ ἔρχεται. « Γενεὰ » δὲ « σοφίας » ἐστὶ κατὰ τὸν σοφὸν Σῶομῶντα « φόβος Κυρίου καὶ πλοῦτος καὶ δόξα πὰ ζωή.
Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσα κ. τ. ἑ. Ὥσπερ τὸ πρόβατον (70) τρέφεται χλόῃ κκ. ὕδατι, οὕτω καὶ ὁ ἄνθρωπος ζωοποιεῖται πράξει κκὶγνώσει.