Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὠσεὶ ὔδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πὰντα τὰ ὀστα μου, κ. τ. ἑ. Ὀστᾶ τῆς σοφίας (59) τὰ ἅγια δόγματα τῆς Ἐκκλησίας ἐστὶν, ἅπερ ἐν τῷ Πάσχα τοῖς Ἰουδαίοις μὴ συντρίβειν νενομοθέτηται· ι « Ὀσιοῦν » γὰρ. φησὶν, « οὐ συντρίψετε αὐτοῦ. Ἐκχεῖται δὲ ς ὑπὸ τῶν πρεσβευόντων αὐτὸν ὑδαρῶς, καὶ ὑπὸ τῶν εἰς οὐκ ἐπαιτήδεια σκεύη λαλούντων αὐτὸν, καὶ ἐκχεόντων· διασκορπίζεται δὲ πάντα τὰ ὀστᾶ τοῦ λόγου ὑπὸ τῶν μὴ σωζόντων αὐτοῦ τὸ ὕψος, ἀλλὰ τὴν ἐν ταῖς Γραφαῖς ἁρμονίαν αὐτοῦ διαλυόντων, ὥστε εἶναι παρὰ μὲν τῷδέ τινι τόδε ὀστέον αὐτοῦ, παρὰ τῷδέ τινι ἕτερον, καὶ ἕτερον παρʼ ἑτέρῳ. Ὁ δὲ ἐν τῷ τελείῳ Θεὸς συνάγει ὀστοῦν πρὸς ὀστοῦν, καὶ ἁρμονίαν πρὸς ἁρμονίαν ἐκ τοῦ ὄντος Ἰσραήλ. Ἤ κατὰ τὸ, « Ἐλέησόν με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, » ἐστί τινα τῆς ψυχῆς νοητὰ ὀστᾶ.