Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ἐξ ὧν τις ἐπιτηδεύει (36), καὶ στεφανοῦται. Ὁ γὰρ δίκαιος, διώξας τὸ δίκαιον, τὸν τῆς δικαιοσύνης ἀπολήψεται στέφανον· ὁ κατατρυφήσας δὲ τοῦ Κυρίου στεφάνῳ τρυφῆς ὑπερασπίζεται· καὶ ὁ χάριτι σωθεὶς στέφανον χαρίτων ἐπὶ τῆς ἑαυτοῦ δέχεται κορυφῆς· καὶ ὁ θησαυρίσας μετὰ χρυσίου καὶ ἀργυρίου λίθους τιμίους, ὑφʼ ὧν εἰργάσατο λίθων στεφανωθήσεται. Καὶ ὁ Κύριος τοὺς εἰς αὐτὸν ἐλπίζοντας στεφανοῖ ἐν ἐλέει καὶ οἰκτιρμοῖς.