Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσετ σφόδρα, κ. τ. ἑ. Εἰ Χριστὸς (33) Θεοῦ δύναμις, μή ποτε ἐπʼ ἐκείνῃ εὐφρανθήσεται. Ὡς δὲ δύναμις κς σοφία, οὕτω καὶ σωτηρία.

Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἕδωκας αὐ τῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὺ ἐστέρησας αὐτὸν, κ. τ. ἑ. Ἐπιθυμία μὲν κα ρδίς [*]((29) Σωτήριόν ἐστ Θεοῦ, etc. Corderius.) [*]((30) Ἀλλʼ οὐ τὰ κακά, etc. Schedæ Grabii.) [*]((31) Ἐπακούει γάρ, etc. Schedæ Grabii.) [*]((32) Οἱ μὲν ἀντικείμενοι, etc. Codex Coislinianus schedæ Grabii, Barbarus.) [*]((33) Εἰ Χριστός, etc. Corderius.)

1249
(34) ἐν νοητοῖς, καὶ θεωρία ὀφθαλμῶν ἐν ὁρατοῖς καὶ θεάμασι, θέλησις δὲ χειλέων ἐν τῇ περὶ τῶν νενοημένων καὶ τεθεωρημένων ἐπαγγελίᾳ.

Ἕθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τίμίου, κ. τ. ἑ. Στέφανος μὲν Χριστοῦ (35) ὁ Θεὸς, Χριστὸς δὲ τῆς λογικῆς φύσεως. Λίθοι τίμιοι οἱ μαργαρῖται λόγοι, περὶ ὧν εἵρηται· « Μὴ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. » Καὶ ὁ πολυτίμητος μαργαρίτης τοῦ ἐμπόρου, καὶ οἱ Χριστοῦ μαθηταὶ, οἳ ὡς στέφανος πλακέντες τῇ Χριστοῦ κεφαλῇ ἐπιτεθήσονται.

Τοῦ αὐτοῦ. Ἐξ ὧν τις ἐπιτηδεύει (36), καὶ στεφανοῦται. Ὁ γὰρ δίκαιος, διώξας τὸ δίκαιον, τὸν τῆς δικαιοσύνης ἀπολήψεται στέφανον· ὁ κατατρυφήσας δὲ τοῦ Κυρίου στεφάνῳ τρυφῆς ὑπερασπίζεται· καὶ ὁ χάριτι σωθεὶς στέφανον χαρίτων ἐπὶ τῆς ἑαυτοῦ δέχεται κορυφῆς· καὶ ὁ θησαυρίσας μετὰ χρυσίου καὶ ἀργυρίου λίθους τιμίους, ὑφʼ ὧν εἰργάσατο λίθων στεφανωθήσεται. Καὶ ὁ Κύριος τοὺς εἰς αὐτὸν ἐλπίζοντας στεφανοῖ ἐν ἐλέει καὶ οἰκτιρμοῖς.

Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος, κ. τ. ἑ. Ζήτησον (37) εἰ ἡ μὲν ἔστιν ἀπὸ Θεοῦ δεδομένη ζωὴ, ἡ δὲ ἀπὸ τῆς ὕλης ἐρχομένη, καὶ σύγκρινον τό· « Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, » τῷ· « Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν.» Ζωὴν ᾐτήσατό σε, τὸν πρὸ τῆς νόσου βίον αὐτοῦ.

Τοῦ αὐτοῦ. Ὁ βασιλεὺς (38) ὡς ἀγαθὸν ᾐτήσατο τὴν ζωὴν ἀπὸ Κυρίσυ, καὶ εἵληφεν. Ἀγαθὸν δέ ἐστιν ζωὴ, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ζωή. » Καὶ τάχα ὁ δόξας φιλοζωεῖν Ἐζεκίας ἐκείνην ἤθελε τὴν ζωὴν, ἥν υμβολικῶς ἐφιλοζώει.

Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Τὸ σωτήριον (39) δόξαν περιποιεῖ μεγάλην τῷ ἐκ νεκρῶν ἀναστάντι βασιλεῖ· καὶ δόξαν ἔχοντι καὶ ἑτέραν προσέθηκε καὶ ἐκ τῆς ἀναστάσεως, κατὰ ὁ· « Ἐδόξασα καὶ πάλιν δοξάσω. »

Τοῦ αὐτοῦ. Ἡ δόξα (40) τοῦ βασιλέως μεγάλη στὶν ἐν τῷ σωτηρίῳ τοῦ Κυρίου, καὶ οὐκ ἔν τινι ῶν κατωτέρων ἐκείνου. « Δόξαν καὶ μεγαλοπρέπειαν πιθήσεις ἐπʼ αὐτόν. » Εἶχε μὲν ὁ Χριστὸς δόξαν καὶ εγαλοπρέπειαν ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὅτε δὲ καὶ θρωπος γέγονεν, ὁ Θεὸς αὐτὸν ὑπερύψωσε.

Εὺρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, τ. ἑ. Οἱ μὲν ἐχθροὶ (41) τοῦ Κυρίου εὑρίσκουσιν ὐτὸν, οἱ δὲ μισοῦντες αὐτὸν εὑρίσκονται παῤ αὐῦ. Καὶ διὰ μὲν τοῦ νόμου εὑρίσκομεν Θεὸν, διὰ δὲ ῶν Εὐαγγελίων εὑρισκόμεθα παῤ αὐτοῦ, ἐχθροὶ ὄνς τὸ πρότερον καὶ « ξένοι τῶν διαθηκῶν » τοῦ Θεοῦ, ἐλπίδα μὴ ἔχοντες καὶ ἅθεοι ἐν τῷ κόσμῳ· » ἢ διὰ ρακτικῆς μὲν εὑρίσκομεν Θεὸν, διὰ δὲ γνώσεως εὑσκόμεθα παῤ αὐτοῦ.

[*](6 Matth. vii, 6. 7 Gen. ii, 7. 8 ibid. i, 24. 9 Joan. xiv, 6. 10 ibid. xii 23. 11 Ephes, ΙΙ, 12.)[*]((38) Ὁ βασιλεύς, etc. Corderius.)[*]((39) Τὸ σωτήριον, etc. Schedæ Grabii.)[*]((40) Ἡ δόξα, etc. Part m Corderius partimque schedæ Grabii.)[*]((41) Οἱ μέν ἐχΘροί, etc. Codex Coislinianus, schedæ Grabii.)
1252

Τοῦ αὐτοῦ. Καὶ τοὺς μὲν ταχυτάτους (42) κατελήψεται, τοὺς δὲ δυνατωτάτους καταλύσει. Εὑρεβεθείτ δὲ πολεμοῦσα ἡ τιμωρουμένη, κατὰ τό· « Πολεμεὶ Κύριος χειρὶ κρυφίᾳ ἐπὶ τὸν Ἀμαλέκ.»

Θήσεις αὐτοὺς ὡς κλίβανον πιρὸς, κ. τ. ἑ. Τοῦτο περὶ πονηρευομένων (45) φησί· κλίβανος γὰρ εἰσι πυρὸς, ἐπεὶ ἐθερμάνθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν. Καὶ εἴρηται δή που· « Πάντες μοιχεύον τες, ὡς κλίβανος αἱ καρδίαι αὐτῶν. »

Κύρος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, κ τ. ἑ. Ταράττονται δὲ ἐπὶ προσδοκίᾳ (44) τιμωρίας, οὐχ ἀπλῶς πάντες, ἀλλʼ οἱ διʼ ἡδον\ὴν κακοὶ, καὶ δοξάζοντες τὰ ψευδῆ. « Καὶ καταφάγεται αὐτούς πῦρ, » ἐπειδή εἰσι ξύλα, χόρτος, καλάμη.

Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων, κ. τ. ἑ. Οὑ τὴν (45) οὐσίαν, ἀνώλεθρος γὰρ, ἀλλὰ τὴν ποιότητα καθʼ ἣν ἐβλάστησε ξύλα, χόρτον, καλάμην, τὰ ποντ ρὰ ἔργα· ἢ καὶ ὅπερ οἱ κακοὶ καὶ δυσσεβεῖς κατέβαλον σπέρμα, ὅπερ ἀφανίζει ὁ Θεὸς ἀπὸ τῶν υἱῶν τὠν ἀνθρώπων. Εὐεργεσία δέ ἐστιν ἐκπεσεῖν ἁμαρπτῶν καὶ ἐννοιῶν πονηρῶν. Σπέρμα γὰρ ἁμαρτίας λοχισμὸς πονηρός.

Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογέσαντο βουλὴν ἣν οὐ μὴ δύνωνται στῆσαι, κ. τ. ἑ. Διὰ πάντων οἱ φαῦλοι (46) καταστραφέντες ἀδυνάτοις ἐπιχειροῦσι. Διαλογίζονται γὰρ ἐπιβουλευτικὴν κατὰ τοῦ βλάβην μὴ ὑπομένοντος.

Τοῦ αὐτοῦ. Εἰς ὃν θέλει ἕκαστος τῶν πονηρῶν κακοποιεῖν, κλίνει τὰ κακὰ, ἢ εἰς ὃν ἀδικεῖ, ἢ εἰς ὃν ἀσεβεῖ.

Τοῦ αὐτοῦ. Τότε κλινόμεθα, ὅτε παρὰ φύσιν κινούμεθα.

Ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίπϲ σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν, κ. τ. ἑ. Μετὰ τίθεσθαι (47) τοὺς μισοῦντας τὸν Κύριον ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου αὐτοῦ, καὶ συιταράσσεσθαι αὐτοὺς ὑπὸ Κυρίου ἐν τῇ ὀργῇ αὐτοῦ. καὶ ἡνίκα καταφάγηται αὐτοὺς πῦρ, καὶ ἀπολέση ?? Κύριος τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς, ἐπείπερ οὐ πνεύματος καρπὸς ἦν· καὶ ἐπὰν τὸ σπέρμα αὐτῶν ἀπιλέσῃ ἀπὸ υἱῶν ἀνθρώπων (ἕκλιναν γὰρ οἱ μισοῦντες Κύριον κακὰ εἰς αὐτὸν, καὶ διελογίσαντο βουλὰ ἃς στῆσαι οὐ δύνανται)· καὶ ἐπὰν μετὰ ταῦτα θῇ αὐτοὺς φεύγοντας νῶτον, τότε ἑτοιμάσει τὸ πρόσα πον αὐτῶν ἐν τοῖς περιλοίποις, ἵνα καὶ ἐν τούτας; μετὰ τοὺς τοσούτους ἀνέσεως τύχωσι, καὶ θεωρήσωσι.

Υψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσεμετ καὶ ψαλοῦμεν τὰς δυναστείας σου, κ. τ. ἑ. Ε?? δύναμις Θεοῦ (48) ὁ Χριστὸς, ὑψούμενος ἐν τῇ δυνάμει ἑαυτοῦ ὁ Κύριος, ἐν Χριστῷ ὑψοῦται. ᾌδευ δέ [*]((46) Διὰ πάντων οἱ φαῦλοι, etc. Schedæ Gra bii.) [*]((47) Μωτὰ τίθεσθαι, etc. Codex Coislinianus Eusebio tribuit, Corderius anonymo, schedæ Grabii Origeni. Certe in Eusebii commentariis in Psalmosnihil simile reperitur.) [*]((48) Εἰ δύναμις Θεοῦ, etc. Cordetius.)

1253
τις θεωρῶν, καὶ ψάλλει κατ᾿ ἀρετὴν ἐνεργῶν. Δεῖ δὲ καὶ θεωρεῖν τὰς δυναστείας αὐτοῦ, καὶ κατὰ ταύτας πράττειν.