Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἴνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενάς Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, κ. τ. ἑ. Δυσὶν ἐντυχόντες (70) Ἑβραϊκοῖς ἀντιγράφοις, ἐν μὲν τῷ ἑτέρῳ εὕρομεν ἀρχὴν δευτέρου ψαλμοῦ ταῦτα· ἐν δὲ τῷ ἑτέρῳ συνήπτετο τῷ πρώτῳ. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων τὸ, « Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε,» ἐλέγετο εἶναι τοῦ πρώτου ψαλμοῦ.« Ὡς γὰρ γέγραπται, »φησὶν, « ἐν πρώτῳ ψαλμῷ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. » Τὰ Ἑλληνικὰ μέντοι ἀντίγραφα δεύτερον εἶναι τοῦτον μηνύει. Τοῦτο δὲ οὐκ ἀγνοητέον, ὅτι ἐν τῷ Ἑβραϊκῷ οὐδενὶ τῶν ψαλμῶν ἀριθμὸς παράκειται, πρῶτος εἰ τύχοι, ἢ δεύτερος, ἢ τρίτος. Τί δὲ τὸ λέγον ἂν εἴη πρόσωπον προφητείαν περιέχον τὴν περὶ Χριστοῦ; τοι τὸ Πνεῦμα [*](21 II Tim. 11, 19. 22 Joan. XIV, 6. 23 Jerem. VI, 16. 2⁴ Genes. 111, 9. 25 Marc. V, 9. 26Luc. III, 45. 27 Matth. XI, 27. 28 Psal. XLIII,, 24. 29 Act. XIII, 33.) [*](psalm. I, num. 19.) [*]((70) Δυσὶν ἐντυχόντες, etc. E codice Barocciano, et schedis Combefisii. Latine exstant in Catena Danielis Barbari. In Catena Corderii perperam tribuuntur Georgio.)

1101
τὸ ἄγίον, ἢ αὐτὸς ὁ προφήτης ἐστίν. Ἀπὸ δὲ τοῦ Διαψάλματος μεταβολὴ γίνεται τοῦ λέγοντος· ἔστι γὰρ ὁ Χριστὸς, ὡς καὶ τοῦτο παραστήσομεν τὰς λέξεις ἐξετάζοντες. Καὶ οὐ θαυμαστὸν εἰ ἐν ἐνὶ ψαλμῷ οὐχὶ ἐν πρόσωπόν ἐστι τὸ λέγον· πολλαχοῦ γὰρ τοῦτο ἔστιν δεῖν, ὡς προϊόντες δείξομεν. Καὶ ταῦτα μὲν πρὸ τοῦ ψαλμοῦ, κατανοήσωμεν δὲ τὰς λέξεις.

Τοῦ αὐτοῦ. Τέσσαρα νη τῶν (71) ἀνθρώπων φησὶν ὁ λόγος ἐπιβεβληκέναι Χριστῷ· ἔθνη φρυάξαντα κατʼ αὐτοῦ, καὶ λαοὺς μελετήσαντας κενὰ, καὶ βασιλεῖς τῆς γῆς παραστάντας μετʼ ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτό. Καὶ ἡγούμεθα μὲν ἔθνη δηλοῦσθαι τοὺς ἀλλοτρίους τῆς πίστεως ἀνθρώπους, ὥσπερ τοὺς στρατιώτας τοὺς φρυάξαντας κατʼ αὐτοῦ· τοὺς δὲ λαοὺς τοὺς ἀπὸ τῶν φυλῶν τῆς κατατομῆς (οὐ γὰρ κυρίως λεκτέον αὐτοὺς τὸν Σωτῆρα μὴ προσιεμένους ἐκ περιτομῆς), οἵτινες κενὰ μεμελετήκασι, τὸν ἐν τοῖς μελετωμένοις προφητικοῖς λόγοις καταγγελλόμενον Χριστὸν οὐ νενοηκότες. Βασιλεἴς δὲ τῆς γῆς καὶ ἄρχοντες Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος, καὶ οἱ τοῦ Ἰουδαίων λαοῦ ἡγούμενοι. Τούτων γὰρ καὶ ὁ θεσπέσιος Πέτρος ὁ ἀπόστολος ἀπεμνημόνευσεν ἰδικῶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὴν προκειμένην χρῆσιν παραγαγών. Εἰ δὲ καὶ τὰς ἀοράτους φήσεις δυνάμεις, οὐκ ἂν ἁμάρτοις. Καὶ ὁ σοφώτατος γοῦν Ἀπόστολος οὐ τοσοῦτον ἀνθρώποις προσῆψε τὸ ἐσταυρωκέναι τὸν Χριστὸν, ὡς δυνάμεσιν ἀρχοντικαῖς, λέγων· « Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. » Ποῖοι γὰρ ἄρχοντες ἐσταύρωσαν τὸν Χριστὸν, τὸν τῆς δόξης Κύριον, οἱ μὴ γινώσκοντες τὴν σοφίαν τοῦ Θεοῦ, καὶ αὐτοὶ σοφίας τινὰς ἔχειν ὑπολαμβανόμενοι, ἢ οἱ λεγόμενοι ἐνταῖς προφητείαις ἄρχων βασιλείας Περσῶν, καὶ ἄρχων βασιλείας Ἐλλήνων, καὶ κατὰ τὸ ἀκόλουθον οἱ τῶν λοιπῶν ἐθνῶν; « Τὰ ἕθνη » τοίνυν « ἐφρύαξαν· » ὅπερ ἐστὶν, ὡς ὁ Ἀκύλας σαφέστερον ἡρμήνευσεν, « ἐθορυβήθησαν.» Ἔστι δὲ ἡ λέξις ἡ, « ἐφρύαξαν,» ὀνοματοπε ποιημένη, καὶ ἐμφαίνουσα τὸν ἄσημον ἦχον τῶν θορυβούντων· τοιοῦτοι γὰρ οἱ σεσοβημένοι κατὰ τοὺς καιροὺς τοῦ ἐπιβουλεύειν ὑπάρχουσιν κατὰ τῶν ὑπʼ αὐτῶν πολεμουμένων. Καὶ εἰ μὴ οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασι τὸ, « ἐθορυβήθησαν, » καὶ, «κυκᾷ, » ὡς Σύμμαχος, ἦν ἐκλαβεῖν ἀπὸ τοῦ « ἐφρύαξαν, » τὸ, « ἐμεγαλαύχησαν· » ὡς ἐν ἐνὶ τῶν προφητῶν οἰόμεθα τοῦτο δηλοῦν τὴν λέξιν· « Κατὰ τὰ φρυάγματα τοῦ Ἰορδάνου. »Καὶ ἐπεὶ «ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει, καὶ ὁ δεχόμενος» τὸν Χριστὸν, «δέχεται τὸν ἀποστείλαντα αὐτὸν, » διὰ τοῦτο ὁ κατὰ Χριστοῦ στρατευόμενος εἰς τὸν Πατέρα ἀσεβεῖ. [*](30 Act. IV. 31 I Cor. 11, 6 et seqq. 32 Jerem. XII, 5. Zach. XI, 3. 33 I Joan. 11, 23. 34 Matth. X, 40.) [*]((71) Τέσσαρα γένη τῶν, etc. E codice Baroccia-no, et schedis Combefisii. Latine exhibet Barbarus in Catena, postremam autem hujus fragmenti parent, vel ipse propheta. A Diapsalmate autem fii personæ mutatio: Christus enim est, ut infra ostendetur, cum singulas voces expendemus. Nec mirum si in uno psalmo non una est persona quæ loquitur. Hoc enim pluribus in locis videre cst, nt infra ostendemus. Interim hæc pro exordio psalmi dicta sint, nunc ipsa verba discutiamne.)

1104
Οἱ γοῦν φρυάξαντες, καὶ κενὰ μελετήσαντες. καὶ παραστάντες ἐπὶ τὸ αὐτὸ, καὶ συναχθέντες ἄμα, ἐνηργήθησαν μὲν τῷ δοκεῖν κατὰ τοῦ Χριστοῦ μόνου, λελόγισται δὲ αὐτοῖς ὁ πεποιήκασι πρότερον, κατὰ τοῦ Πατρός. Διὸ λέγεται ταῦτα αὐτοὺς πεποιηκέναι « κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. » Οὐκ ἀγνοητέον δὲ περὶ τοῦ ἐκφωνουμένου παρὰ μὲν Ἕλλησι τῇ « Κύριος» προσηγορίᾳ, παρὰ δὲ Ἑβραίοις τῇ « Ἀδωναῒ. » Δέκα γὰρ ὀνόμασι παρʼ Ἑβραίοις ὀνομάζεται ὁ Θεὸς, ὧν ἐστιν ἒν τὸ « Ἀδωναῒ,» καὶ ἑρμηνεύεται « Κύριος. » Καὶ ἔστιν ὅπου λέγεται τὸ « Ἀδωναῒ » παρʼ Ἑβραίοις καὶ παρʼ Ἕλλησι « Κύριος, τῆς λέξεως τῆς γεγραμμένης ἐν τῇ Γραφῇ τοῦτο ἀπαγγελλούσης. Ἔστι δὲ ὅτε τὸ Ἰαὴ κεῖται, ἐκφωναῖται δὲ τῇ « Κύριος » προσηγορίᾳ παρʼ Ἕλλησι, ἀλλ᾿ οὐ παρʼ Ἑβραίοις, ὡς ἐν τῷ· « Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμός. » Κύριον γὰρ ἐνθάδε ἀντὶ τοῦ Ἰαὴ εἴρηκεν. Καὶ ἔστιν ἡ ἀρχὴ τοῦ ψαλμοῦ παρʼ Ἑβραίοις « Ἆλληλούϊα· » ἔστι δέ τι τετραγράμματον ἀνεκφώνητον παρʼ αὐτοῖς, ὅπερ καὶ ἐπὶ τοῦ πετάλου τοῦ χρυσοῦ τοῦ ἀρχιερέως ἀναγέγραπται, καὶ λέγεται μὲν τῇ « Ἀδωναῒ, προσηγορίᾳ, οὐχὶ τούτου γεγραμμένου ἐν τῷ τετραγραμμάτῳ· παρὰ δὲ Ἕλλησι τῇ « Κύριος » ἐκφωνεῖται. Καὶ ἐν τοῖς ἀκριβεστέροις δὲ τῶν ἀντιγράφων Ἑβραίοις χαρακτῆρσι κεῖται τὸ ὄνομα, Ἑβραϊκοῖς δὲ οὐ τοῖς νῦν, ἀλλὰ τοῖς ἀρχαιοτάτοις. Φασὶ γὰρ τὸν Ἔσδραν ἐν τῇ αἰχμαλωσίᾳ ἑτέρους αὐτοῖς χαρακτῆρας παρὰ τοὺς προτέρους παραδεδωκέναι. Τούτων δὲ ὑπεμνήσθημεν, ἐπεὶ τὸ τετραγράμματον ὡς « Κύριος» κεῖται ἐν τῷ · « Ἀλλʼ ἢ ἐν νόμῳ Κυρίου·» καὶ ἐν τῷ·« Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων·» καὶ νῦν· « Κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. » Τοῦτο δὲ παρατηρητέον, ὅτι οἱ μὲν Ἑβδομήκοντα καὶ ὁ Θεοδοτίων πάντα εἰς τὸν παρεληλυθότα χρόνον, Ἀκύλας δὲ ἃ μὲν εἰς τὸν παρεληλυθότα, ἃ δὲ εἰς τὸν μέλλοντα, Σύμμαχος δὲ πάντα εἰς τὸν ἐνεστηκότα ἔταξαν. Ἕθος γὰρ τοῖς Ἑβδομήκοντα πολλάκις τὰς περὶ Χριστοῦ προφητείας ὡς ἤδη γενομένας ἀπαγγέλλειν· καθάπερ ἐν τῷ· « Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Καί· «Λαὸς ὅν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι. » Οἰόμεθα δὲ αὐτοὺς, τῷ τὸν Θεὸν εἰδέναι τὰ πάντα πρὶν γενέσεως αὐτῶν, καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ τὰ ἐν τῇ ἐνανθρωπήσει συμβησόμενα αὐτῷ, λέγειν, τῷ λελογίσθαι αὐτὰ ἤδη γεγονέναι τῷ τάδε καὶ τάδε πεπονθότι. Ὁμοίως δὲ καὶ εἰ τὸ Πνεῦμα τὸ ἅγιον τὰ περὶ αὐτοῦ διηγοῖτο, ὥσπερ ἐπὶ τοῦ παρόντος ἔχει. Οὐ τοῦτο δέ φαμεν ὡς οὐδέποτε εἰς μέλλοντα χρόνον ἐκκλινομένων τῶν προφητευομένων τῶν περὶ αὐτοῦ· « Ἰδοὺ » γαρ, φησὶ, « συνήσει ὁ παῖς μου, καὶ δοξασθήσεται, καὶ ὑψωθήσεται σφόδρα, » καὶ τὰ ἐξῆς.

Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, κ. τ. ἑ. Δοκεῖ μοι (72) τοὺς συγκαταβάντας τῷ Σωτῆρι ἀγγέλους [*](35 Psal. CXLVI, 1. 36 Psal. 1, 6. 37 Psal. LXVIII, 22. 38 Psal. XXI, 19. 39 Psal. XVII, 45. 40 Isa. LII, 13.) [*]((72) Δοκεῖ μοι, etc. E schedis Grabii et codice Coisliniano.)

1105
ἀγανακτοῦντας ἐπὶ τῇ κατʼ αὐτοῦ ἐπιβουλῇ βασιλέων καὶ ἀρχόντων τῶν ἀοράτων εἰρηκέναι τοὺς τέσσαρας πρώτους στίχους, ἅμα καὶ ἐπαποροῦντας τί δήποτε ταῦτα γίνεται. Εἶτʼ ἐπείπερ αὐτοὶ ἦσαν οἱ τοὺς ἀνθρώπους δήσαντες, καὶ τὸν ἑαυτῶν ἐπιθέντες αὐτοῖς ζυγὸν, ἀποκρίνεται πρὸς τοὺς ἀγγέλους ὁ Υἱὸς τοῦ Θεοῦ, προτρέπων αὐτοὺς ἐπὶ τὸ μιμήσασθαι αὐτὸν ῥηγνύντα τοὺς δεσμοὺς τῶν ἁμαρτωλῶν, καὶ ἀποῤῥιπτοῦντα τὸν ζυγὸν αὐτῶν. Διαῤῥήξωμεν καὶ ἡμεῖς τοὺς δεσμοὺς οἷς ἐδέθημεν ἁμαρτάνοντες, ὅτι σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. Καὶ τάχα κρεῖττον τὸ δια ῤῥῆξαι τοὺς δεσμοὺς, ὡς Σαμψὼν, τοῦ λῦσαι αὐτοὺς, ὡς λέλυται τῆς Ἰερουσαλὴμ ἡ ἁμαρτία· ὅττι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Ὁ δὲ ἀποῤῥίψας ἀφʼ ἑαυτοῦ τὸν προειρημένον ζυγὸν δύναται χρηστὸν Ἰησοῦ ζυγὸν ἆραι, καὶ φέρειν τὸ ἐλαφρὸν αὐτοῦ φορτίον, καὶ γενέσθαι ὑποζύγιον αὐτοῦ· καὶ λύσουσι τὸν δεσμὸν αὐτοῦ οἱ μαθηταί.

Τότε λαλήσει πρός αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς, κ. τ. ἑ. Οἱ λόγοι τῶν ἀπειλῶν (73), λόγοι εἰσὶν ἐν ὀργῇ ἀπαγγελλόμενοι. Ὑπισχνεῖται δὲ ὁ Θεὸς μετανοήσειν ἀπὸ τῶν κακῶν ὧν λαλεῖ τοῦ ποιῆσαι, ἐὰν μετανοήσωσιν οἱ ἀκούοντες. Ἐλάλησε δὲ ἐν ὀργῇ αὐτοῦ διὰ Ἰωνᾶ ὁ Θεὸς τοῖς Νινευΐταις· καὶ ἐπεὶ ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν, οὐδὲν πεπόνθασιν ὧν ἀκηκόασι. Προεγίνωσκέ τε ὁ Θεὸς, πέμπων τὸν Ἰωνᾶν, τὴν ἐσομένην μετάνοιαν· ἐπὶ σωτηρίᾳ δηλονότι αὐτὸν ἔπεμπε τὸν Ἰωνᾶν. Τάχα δὲ καὶ ἐνθάδε ἐπὶ σωτηρίᾳ λαλήσει πρὸς αὐτοὺς τοὺς ἁμαρτάνοντας, ἐν ὀργῇ αὐτοῦ. Οὐ γὰρ εἶπε· Κολάσει αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ μὴν μετανοήσαντας.

Τοῦ αὐτοῦ. Διαφέρει δὲ θυμὸς ὀργῆς (74), ὥς φασι καὶ οἱ περὶ τὰ ὀνόματα δεινοὶ, τῷ θυμὸν μὲν εἶναι ὀργὴν ἀναθυμιωμένην καὶ ἔτι ἐκκαιομένην, ὀργὴν δὲ ὄρεξιν ἀντιτιμωρήσεως. Οἱονεὶ οὖν ἀτελέστερος τῆς ὀργῆς ἐστιν ὁ θυμὸς, καὶ ἤδη πρὸς τὸ ἀποτέλεσμά τι ἐστὶν ἡ ὀργή. Ἀκουστέον δὲ τῆς ἀντιτιμωρήσεως νῦν ὡς πρὸς τὴν ἡμετέραν χρῆσιν ἀντὶ τῆς κολάσεως τῆς ἐπὶ τοῖς ἡμαρτημένοις, καὶ τῆς ὀρέξεως ἀντὶ τῆς θελήσεως. Ὅτι μέντοιγε καὶ κατὰ τὴν θείαν Γραφὴν ἔλαττόν τί ἐστιν ὁ θυμὸς τῆς ὀργῆς, δῆλον ἐκ τοῦ λέγεσθαι ἔλεγχον μὲν θυμῷ γίνεσθαι, παίδευσιν δὲ ὀργῇ. « Κύριε » γὰρ, φησὶ, « μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. » Ἐλέγχεται δὲ ὁ ἔτι ἐλπίδα ἔχων θεραπείας τῆς χωρὶς βασάνων διὰ λόγου καθαπτομένου· ὁ δὲ μηδὲν ἀπʼ ἐλέγχου ὠφεληθεὶς χρῄζει παιδεύσεως τῆς διὰ μαστίγων καὶ ῥάβδων. Πᾶσα γὰρ παιδεία πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Λαλήσει τοίνυν ὁ Θεὸς πρὸς τοὺς ἡμαρτηκότας οὓς ἐκγελᾷ καὶ μυκτηρίζει ἔτι ὄντας ἐν τοῖς παραπτώμασι, καὶ διʼ ἀναισθησίαν μέγα φρονοῦντας [*](⁴1 Jon. III. 42 Ps. VI, 1.) [*]((73) Οἱ λόγοι τῶν ἀπειλῶν, etc. E codice Barocciano, et e Catena Corderii. Eatine exstant in Catena Barbari.)

1108
ὡς ἐπὶ ἀγαθοῖς τοῖς ἰδίοις κακοῖς, ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ ἐμφήνας τὸ θυμοῦσθαι, ταράξει αὐτούς. Οὐ γὰρ ἀθρόως ἐπάγει, προεπιστρεπτικοῦ λόγου τεθυμωμένου φόβῳ μετάνοιαν αὐτοῖς ἐμποιῆσαι δυναμένου, βασάνους καὶ κολάσεις πρὶν ἀπειπεῖν αὐτοὺς τὴν διὰ τῶν φιλανθρωποτέρων θεραπείαν· Θεσσαλονικεῦσι γοῦν γράφων ὁ μακάριος Παῦλος περὶ Ἰουδαίων τῶν σταυρωσάντων τὸν Κύριον, φησίν· « Ἔφθασεν ἐπʼ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. » Ἢ οὐκ ἔφθασεν ἐπ᾿ αὐτοὺς διὰ προφήτας ἡ προαναφωνηθεῖσα ὀργὴ παθόντας ὑπὸ Ῥωμαίων πάντα δεινὰ καὶ ἀνήκεστα;

Αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, κ. τ. ἑ. Τέθειται γὰρ ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομικῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς ἀνοσίως διεσπαρμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν· οὐ καὶ εἰς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα φησὶ περὶ ἡμῶν· « Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. » Ἄθρει δὴ οὖν ὅπως εἰς τὸν ὑπάρχοντα αὐτῷ πλοῦτον κατὰ φύσιν ἅνεισι καὶ μετὰ σαρκός. Εἰ γὰρ ἦσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατά τινα τρόπον νοηθεῖεν ἂν τοῦ συμβουλεύοντος αὐτῷ Λόγου· τοιγάρτοι καὶ ἔφασκε· « Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Πῶς οὖν αἰτεῖν προστάττεται. καὶ δέχεται μὲν εἰς κληρονομίαν ἔθνη, κατάσχεσιν δὲ ποιεῖται τὰ πέρατα τῆς γῆς; Ἀποσκιρτήσαντα γὰρ ἐξιτήλως τὸν ἄνθρωπον δουλείας τῆς ὑπὸ Θεοῦ, διασῶσαι θέλων τοῦτον Γενεσιουργὸς καὶ Πατὴρ πέπομφεν εἰς τόνδε τὸν ἐνεστηκότα κόσμον τὸν μονογενῆ Λόγον, ἵνα γενόμενος σὰρξ, καὶ χωρηθεὶς, καὶ φύσει ἀστραφὴς, κηρύξῃ αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν, καὶ τεθεῖσθαι κληρονόμος διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοήσωμεν τὴν οἰκονομίαν.

Τοῦ αὐτοῦ. Τὴν κληρονομίαν (75) λέγει τὴν λογικὴν φύσιν, ἣ καὶ αὐτὴ κληρονομεῖ ὡς σοφίαν, οὕτω καὶ γνῶσιν, καὶ ἀλήθειαν, καὶ δικαιοσύνην. Ἔστι δὲ ἡ κληρονομία τῆς λογικῆς φύσεως θεωρία τῶν σωματικῶν καὶ τῶν ἀσωμάτων, καὶ τούτων ἀπάντων αἰτίου Θεοῦ.

Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς, κ. τ. ἑ. Καὶ παρὰ τῷ Ἀποστόλῳ (76) ἡ ἐκπληκτικωτέρα ἀγωγὴ, ἦς δέονται οἱ ἁμαρτάνοντες καὶ οἱ ἀσθενέστεροι τῶν πεπιστευκέναι νομιζομένων, ῥάβδος ὀνομάζεται, λέγοντι· Τί θέλετε; ἐν ῥάβδῳ ἕλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ, πνεύματί τε πραότητος; » Καὶ ἔτι πρότερον παρὰ τῷ Προφήτῃ τοῖς ἁμαρτάνουσιν ὁ θεῖος λόγος ἀπειλεῖ ῥάβδον καὶ μάστιγας, ἐπὶ τῷ τὸν ἔλεον μὴ ἀποστῆσαι ἀπὸ τοῦ Πατρὸς αὐτῶν, τουτέστι τοὺ Χριστοῦ, τοιαύτης θεραπείας δεομένων. « Ἐπισκέψομαι » γὰρ, φησὶν, «ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, [*](43 I Thess. 11, 16. 44 Joan. XVII, 6. 45 ibid. 10. 46 I Cor. IV, 21. 47 Ps. LXXXVIII, 33, 34.) [*]((75) Τὴν κληρονομίαν, ete. E schedis Grabii.) [*]((76) Καὶ παρὰ τῷ Ἀπεστό τῷ, etc. E codice Barocciano. et schedis Combefisii. Latine exstant aped Barbarum.)

1109
καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτοῦ. » Διὰ τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς ῥάβδος εἶναι παρὰ τῷ Ἡσαῒᾳ λέγεται. Ἀλλʼ ἐπεί τινες οὐ δέονται τῆς ἐν σκληρότητι ἀγωγῆς ἑαυτοὺς παρέχοντες ἀξίους τῆς χρηστότητος τῶν θεωρημάτων τοῦ λόγου, καὶ ἄνθος ταρὰ τῷ αὐτῷ προφήτῃ ὀνομάζεται· « Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαῖ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπʼ αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. » 'Ράβδου τοίνυν δέονται ποιμαινούσης οἱ κτηνωδέστεροι τῶν τῷ Θεῷ διὰ Χριστοῦ προσερχομένων. Ἀναγκαῖον δὲ ἀκολούθως σῶσαι πῶς ὁ Πατὴρ τῷ Υἱῷ φησιν ὁ δοὺς αὐτῷ κληρονομίαν τὰ ἔθνη, καὶ κατάσχεσιν τὰ πέρατα τῆς γῆς· « Ὡς σκεῦος κεραμέως συντρίψεις αὐτούς.» Τίς γὰρ δίδωσι κληρονομίαν ἐπὶ τῷ συντριβῆναι αὐτὴν ὑπὸ τοῦ κληρονομοῦντος; Δεικτέον οὖν ἀπὸ τῶν Γραφῶν τὴν συντριβήν τινων κεῖσθαι ἐπʼ ὠφελείᾳ. Εὕρομεν δὴ ἐν τῷ πεντηκοστῷ ψαλμῷ τὸ, « Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει· » καὶ ἐν ἑτέρῳ προφήτῃ προστακτικῶς λεγόμενον τὸ, « Ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. » Οὖκοῦν πνεῦμά ἐστιν ἐν ἧμῖν ὁ συντρίψαι δεῖ, ἵνα συντριβὲν γένηται θυσία τῷ Θεῷ. Καὶ τί ἂν ἄλλο τοῦτο εἴη ἢ τὸ χεῖρον, ὅπερ ὑγιὲς μὲν εἶναι δοκεῖ ὅτε ἐνεργεῖ· συντέτριπται δὲ, ὅτε λόγῳ Θεοῦ τὰς δυνάμεις αὐτοῦ συνεθραύσαμεν. Ἀλλὰ καὶ καρδία τις ἐν ἡμῖν ὑπάρχει ποτὲ μέγα φρονοῦσιν ἐπὶ μοχθηροῖς δόγμασι σεσωματοποιημένοις εἰς ἑνότητα εἱρμοῦ ἐπιβλάβη ὁλόκληρος νομιζομένη καὶ μετέωρος, ἣν ἀναγκαῖον συντρίψαι καὶ ταπεινῶσαι, ἵνʼ, οὕτως ἀποθεμένη τὸ τοῦ ἐξουθενεῖσθαι ὑπὸ Θεοῦ εἶναι ἀξία, γένηται ἐν προσαγωγῇ παρὰ τῷ ἀμειβομένῳ τοὺς αἰσθομένους ἑαυτῶν, καὶ κακίζοντας μὲν τὴν πονηρὰν αὐτῶν διάθεσιν, προσφεύγοντας δὲ τῇ χρηστότητι τοῦ μόνου εὐεργετῆσαι αὐτοὺς δυναμένου Θεοῦ. Σαφὲς δὲ καὶ ἐκ τῶν προειρημένων ναὶ τὸ, « Ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. » Ὅνπερ οὖν τρόπον πνεῦμα καρδίαν συντετριμμένη θυσία προσακτέον τῷ Θεῷ, καὶ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην τῷ καλῶς αὐτὴν ἐν τούτοις γεγονέναι οὐκ ἐξουθενεῖ ὁ Θεὸς, καὶ ὀλολυγμὸν ἀπὸ συντριβῆς πνεύματος ἀναπεμπόμενον προσίεται· οὕτως συντριβήν τινα νοήσομεν ἣν ἐργάζεται ὁ Χριστὸς πειθόμενος τῷ δόντι αὐτῷ τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν τὰ πέρατα τῆς γῆς, τὸ γεῶδες καὶ ὑλικὸν ἀπὸ τῶν παθῶν καὶ τῶν τῆς κακίας ἰδιωμάτων προσγενόμενον τῇ ψυχῇ συνθραύων, καθʼ ὃ εἰδωλολάτραι ἦσαν καὶ πόρνοι. Καὶ γὰρ λέγεται ἐν ἑβδομηκοστῷ ἑβδόμῳ ψαλμῷ· « Ὅτε ἀπέκτεινεν αὐτοὺς, τότε ἐζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεὸν, καὶ ἐμνήσθησαν, ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι, καὶ ὁ Θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν. » Οὐκ ἅτοπον τοίνυν τὸ οὕτως ἀποκτίννυσθαι, [*](48 Isai. XI, I et seqq. 49 Ps. L, 19. 50 Isai. LXV, 11. 51 Ps. LXXVII, 31. 52 Jerem. IV, 2.)
1112
ἢ ὡς σκεῦος κεραμέως συντρίβεσθαι· καὶ γὰρ οἱ ἁμαρτωλοὶ, ὅσον εἰσὶν ἀμαρτωλοἰ, ἐλογίσθησαν, ὥς φησιν ὁ προφήτης Ἱερεμίας, εἰς ἀγγεῖα ὀστράκινα, ἔργα χειρῶν κεραμέως.

Τοῦ αὐτοῦ. Εἰ ποιμαίνει (77) κατʼ ἐπαγγελίαν Θεοῦ, ποιμὴν οὖν ὁ Χριστός. Ποιμὴν δέ ἐστι ποιμαίνων ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ποιμὴν καλός.

Τοῦ αὐτοῦ. Ῥάβδος Θεοῦ ἡ ἐξουσία, ἡ κατὰ τῶν ἀπειθούντων τιμωρία, τουτέστιν ἐν τῷ σταυρῷ· ἡ μὲν γὰρ ὕλη ξύλου, ἡ δὲ ἰσχὺς σιδηρᾶ.