Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

τοῦ δεδωκότος αὐτὰς Θεοῦ, τῇ ὑπὸ τῆς σφραγῖδος δηλουμένῃ. Περὶ μὲν οὖν τοῦ κεκλεῖσθαι καὶ ἐσφραγίσθαι ὁ Ἰωάννης ἀναδιδάσκει ἐν τῇ Ἀποκαλύψει λέγων· « Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ Ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖδα τοῦ Δαυΐδ· ὁ ἀνοίγων, καὶ οὐδεὶς κλείσει, καὶ κλείων, καὶ οὐδεὶς ἀνοίξει· Οἶδά σου τὰ ἔργα· ἰδοὺ δέδωκα θύραν ἐνώπιόν σου ἀνεῳγμένην, ἣν οὐδεὶς (37) δύναται κλεῖσαι αὐτήν. » Καὶ μετʼ ὀλίγα· «Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τὸν θρόνον βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν (38), κατεσφραγισμένον σφραγῖσιν ἑπτά. Καὶ εἶδον ἄγγελον ἰσχυρὸν (39) κηρύσσοντα φωνῇ μεγάλη· Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι σφραγῖδας αὐτοῦ; Καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ ἔκλαιον, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε, ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυῒδ, ἀνοῖξαι τὸ βιβλίον, καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. » Περὶ δὲ τοῦ ἐσφραγίσθαι μόνον ὁ Ἡσαΐας οὕτως· « Καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα ὡς οἱ λόγοι τοῦ βιβλίου τούτου τοῦ ἐσφραγισμένου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα, λέγοντες· Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι· ἐσφράγισται γάρ. Καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα· καὶ ἐρεῖ (49), Οὐκ ἐπίσταμαι γράμματα. » Ταῦτα γὰρ οὐ μόνον περὶ τῆς Ἀποκαλύψεως Ἰωάννου, καὶ τοῦ Ἡσαΐου νομιστέον λέγεσθαι, ἀλλὰ καὶ περὶ πάσης θείας Γραφῆς ὁμολογουμένως καὶ παρὰ τοῖς (41) μετρίως ἐπαΐειν λόγων θείων δυναμένοις, πεπληρωμένης (42) αἰνιγμάτων, καὶ παραβολῶν, σκοτεινῶν τε λόγων, καὶ ἅλλων ποικίλων εἰδῶν ἀσαφείας, δυσλήπτων τῇ ἀνθρωπίνῃ φύσει· ὅπερ διδάξαι βουλόμενος καὶ ὁ Σωτήρ φησιν, ὡς τῆς κλειδὸς οὔσης παρὰ τοῖς γραμματεῦσι, καὶ Φαρισαίοις οὐκ ἀγωνιζομένοις τὴν ὁδὸν εὑρεἴν τοῦ ἀνοῖξαι, τό· « Οὐαὶ ὑμῖν τοῖς νομικοῖς· ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους οὐκ ἀφίετε εἰσελθεῖν. »

2. Ταῦτα δὲ ἡμῖν ἐν προοιμίῳ λέλεκται, εἰς μέγιστον ἀγῶνα, καὶ ὁμολογουμένως ὑπὲρ ἡμᾶς, καὶ τὴν ἕξιν ἡμῶν, ἀναγκαζομένοις ὑπὸ τῆς πολλῆς σου φιλομαθείας, καὶ δυσωπουμένοις ὑπὸ τῆς χρηστότητος καὶ τῆς μετριότητός σου, ἱερὲ Ἀμβρόσιε, κατελθεῖν· [*](93 Apoc. III, 7. 94 Apoc. V, 1 et seqq. 95 Isa. XXIX, 11, 12. 96 Luc. XI, 52.) [*](habet; quia ipse per hæc septem qeædam signacula, quæ de corporalitate eus, et passione et tnorte, et resurrectione, et gloria, et regno, et judicio Datid de eo in psalmis prophetat, absolvit : apeiens quod noemo claudet, ct claudens quod nemo aperiet: quia per hanc quæ in illo expleta est, prophetiam, aperiet quod nemo præcludet; et contra expletæ in eo prophetiæ fide abnegata, claudet quod nemo possit aperire. Nullus enim nisi lle, in quo iæc prophet ata sunt et expleta, clavem intelligentiæ hujus impertiet. Denique idipsum consequenter docuit dicens : Et vidi super dexteram sedentis in hrono librum scriptum deintus et deforis, ngnatums signaaulis septem: et vidi alterum angelum valan prdicantem voce magna: Quis cst dignas apcire librum, et solvere signacula eius Et nemo potuit neque n celo, ncque in terro, neque inira rear, aperire lbum, neque video ipsum. Et fiebam qui nemo diquus repertus esset aperire librum neφue rdere psum. Et unns de senioribus ait mihi ς Npli fiere, ecce vicit leo de trib Juda, radix Datid, aperire)

1080
καὶ ὅτι γε ἐπὶ πολὺ ἀναδυόμενόν με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον, οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἀγίων, ἀλλὰ πολλῷ πλεῖον τοῦ γράφειν, καὶ τοῖς μεθ᾿ ἡμᾶς καταλιπεῖν, παντοδαπῶς κατεπᾴδων φιλικῶς, καὶ κατὰ προκοπὴν θεότητος εἰς τοῦτο ἤγαγές με. Μάρτυς ἕσο μοι πρὸς Θεὸν, μεθʼ ὅλου τοῦ βίου, καὶ περὶ τῶν ὑπηγορευμένων ἐξεταζόμενον, ποίᾳ τε προθέσει τοῦτο γεγένηται· καὶ πὴ μὲν ἐντυγχάνομεν, πὴ δὲ ἤτοι βιαζόμεθα βιαιότερον, ἢ δοκοῦμέν τι λέγειν· ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταφρονοῦντες τοῦ· « Ὅτε λέγεις περὶ Θεοῦ, κρίνῃ ὑπὸ Θεοῦ,» καλῶς εἰρημένου καὶ τό (43)· « Περὶ Θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός. » Ἀξιοῦμεν τοίνυν, ἐπεὶ μηδὲν χωρὶς Θεοῦ καλὸν εἶναι δύναται, καὶ μάλιστα νόησις Γραφῶν θεοπνεύστων, ὅπως τῷ Πατρὶ τῶν ὅλων Θεῷ, διὰ τοῦ Σωτῆρος ἡμῶν καὶ ἀρχιερέως γενητοῦ Θεοῦ προσιέναι, αἰτήσεις δοθῆναι ἡμῖν πρῶτον καλῶς ζητεῖν· ἐπίκειται γὰρ τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ Θεῷ τῶν οὐχ ὀδῷ ἐπὶ τοῦτο προϊόντων.