Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Οἱ μὲν ἄνθρωποι (28) ἐν πλούτῳ ἀγαλλιῶσιν ἢ ἐν δέξῃ ἢ ἐν εὐγενείᾳ, ὁ δὲ ἅγιος ἐν τῷ σωτηρίῳ τοῦ Θεοῦ. Σωτήριον τοῦ Πατρὸς ἐν τῷ κόσμῳ ὁ Υἱός· σωτήριον τοῦ Υἱοῦ ἐν τῷ κόσμῳ ὁ σταυρός· σωτήριον περὶ οὗ εἴρηται, ὅτι « ἐτέχθη ἡμῖν σήμερον Σωτὴρ Κύριος, » περὶ οὗ εἶπε Συμεὼν, « Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. »

Τοῦ αὐτοῦ. Σωτήριόν ἐστι Θεοῦ (29) τὸ ἐν αὐτῷ, σώζεσθαι· ἐν υἱοῖς δὲ ἀνθρώπων οὐκ ἔστιν αὕτη ἡ σωτηρία. Πληροῦται δὲ τὰ αἰτήματα τοῦ αἰτοῦντος μεγάλα καὶ ἐπουράνια.

Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου, » τ. ἑ. Ἀλλʼ οὐ τὰ κακὰ (30) αἰτήματα. Ὦ τἀς θυσίας προσήνεγκας, πληρώσαι ὅσα κατὰ διάνοικν ᾔτησας, ὅτι μηδὲ ἀλλότρια αὐτοῦ τὰ τῆς σῆς βσυ λῆς.

Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐιοῦ, κ. τ. ἑ. Ἐπακούει γὰρ (31) Κύριος παντὸς βασιλέως, βασιλευομένου ὑπὸ τοῦ Βασιλέως τῶν βασιλευόντων.

Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, κ. τ. ἑ. Θ μὲν ἀντικείμενοι (32) μετὰ τῆς κακίας ἡμῖν ἐφῳμῶσιν· ἡμεῖς δὲ μετὰ τῆς Χριστοῦ γνώσεως αὐτῷ ἀπαντῶμεν· πεσοῦνται γὰρ αἱ ἀντικείμεναι δ??άμεις, ἡνίκα τὸ ῥηθὲν ἐπιφανεῖται σωτήριον.

Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσετ σφόδρα, κ. τ. ἑ. Εἰ Χριστὸς (33) Θεοῦ δύναμις, μή ποτε ἐπʼ ἐκείνῃ εὐφρανθήσεται. Ὡς δὲ δύναμις κς σοφία, οὕτω καὶ σωτηρία.

Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἕδωκας αὐ τῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὺ ἐστέρησας αὐτὸν, κ. τ. ἑ. Ἐπιθυμία μὲν κα ρδίς [*]((29) Σωτήριόν ἐστ Θεοῦ, etc. Corderius.) [*]((30) Ἀλλʼ οὐ τὰ κακά, etc. Schedæ Grabii.) [*]((31) Ἐπακούει γάρ, etc. Schedæ Grabii.) [*]((32) Οἱ μὲν ἀντικείμενοι, etc. Codex Coislinianus schedæ Grabii, Barbarus.) [*]((33) Εἰ Χριστός, etc. Corderius.)

1249
(34) ἐν νοητοῖς, καὶ θεωρία ὀφθαλμῶν ἐν ὁρατοῖς καὶ θεάμασι, θέλησις δὲ χειλέων ἐν τῇ περὶ τῶν νενοημένων καὶ τεθεωρημένων ἐπαγγελίᾳ.

Ἕθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τίμίου, κ. τ. ἑ. Στέφανος μὲν Χριστοῦ (35) ὁ Θεὸς, Χριστὸς δὲ τῆς λογικῆς φύσεως. Λίθοι τίμιοι οἱ μαργαρῖται λόγοι, περὶ ὧν εἵρηται· « Μὴ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. » Καὶ ὁ πολυτίμητος μαργαρίτης τοῦ ἐμπόρου, καὶ οἱ Χριστοῦ μαθηταὶ, οἳ ὡς στέφανος πλακέντες τῇ Χριστοῦ κεφαλῇ ἐπιτεθήσονται.

Τοῦ αὐτοῦ. Ἐξ ὧν τις ἐπιτηδεύει (36), καὶ στεφανοῦται. Ὁ γὰρ δίκαιος, διώξας τὸ δίκαιον, τὸν τῆς δικαιοσύνης ἀπολήψεται στέφανον· ὁ κατατρυφήσας δὲ τοῦ Κυρίου στεφάνῳ τρυφῆς ὑπερασπίζεται· καὶ ὁ χάριτι σωθεὶς στέφανον χαρίτων ἐπὶ τῆς ἑαυτοῦ δέχεται κορυφῆς· καὶ ὁ θησαυρίσας μετὰ χρυσίου καὶ ἀργυρίου λίθους τιμίους, ὑφʼ ὧν εἰργάσατο λίθων στεφανωθήσεται. Καὶ ὁ Κύριος τοὺς εἰς αὐτὸν ἐλπίζοντας στεφανοῖ ἐν ἐλέει καὶ οἰκτιρμοῖς.

Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος, κ. τ. ἑ. Ζήτησον (37) εἰ ἡ μὲν ἔστιν ἀπὸ Θεοῦ δεδομένη ζωὴ, ἡ δὲ ἀπὸ τῆς ὕλης ἐρχομένη, καὶ σύγκρινον τό· « Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, » τῷ· « Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν.» Ζωὴν ᾐτήσατό σε, τὸν πρὸ τῆς νόσου βίον αὐτοῦ.

Τοῦ αὐτοῦ. Ὁ βασιλεὺς (38) ὡς ἀγαθὸν ᾐτήσατο τὴν ζωὴν ἀπὸ Κυρίσυ, καὶ εἵληφεν. Ἀγαθὸν δέ ἐστιν ζωὴ, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ζωή. » Καὶ τάχα ὁ δόξας φιλοζωεῖν Ἐζεκίας ἐκείνην ἤθελε τὴν ζωὴν, ἥν υμβολικῶς ἐφιλοζώει.

Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Τὸ σωτήριον (39) δόξαν περιποιεῖ μεγάλην τῷ ἐκ νεκρῶν ἀναστάντι βασιλεῖ· καὶ δόξαν ἔχοντι καὶ ἑτέραν προσέθηκε καὶ ἐκ τῆς ἀναστάσεως, κατὰ ὁ· « Ἐδόξασα καὶ πάλιν δοξάσω. »

Τοῦ αὐτοῦ. Ἡ δόξα (40) τοῦ βασιλέως μεγάλη στὶν ἐν τῷ σωτηρίῳ τοῦ Κυρίου, καὶ οὐκ ἔν τινι ῶν κατωτέρων ἐκείνου. « Δόξαν καὶ μεγαλοπρέπειαν πιθήσεις ἐπʼ αὐτόν. » Εἶχε μὲν ὁ Χριστὸς δόξαν καὶ εγαλοπρέπειαν ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὅτε δὲ καὶ θρωπος γέγονεν, ὁ Θεὸς αὐτὸν ὑπερύψωσε.