Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Οἱ μὲν ἄνθρωποι (28) ἐν πλούτῳ ἀγαλλιῶσιν ἢ ἐν δέξῃ ἢ ἐν εὐγενείᾳ, ὁ δὲ ἅγιος ἐν τῷ σωτηρίῳ τοῦ Θεοῦ. Σωτήριον τοῦ Πατρὸς ἐν τῷ κόσμῳ ὁ Υἱός· σωτήριον τοῦ Υἱοῦ ἐν τῷ κόσμῳ ὁ σταυρός· σωτήριον περὶ οὗ εἴρηται, ὅτι « ἐτέχθη ἡμῖν σήμερον Σωτὴρ Κύριος, » περὶ οὗ εἶπε Συμεὼν, « Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. »