Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ Θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ· ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν λντιλάβοιτό σου, κ. τ. ἑ. Ὁ ἐν στενῇ (23) καὶ τεθλιμμένῃ τυγχάνων ὀδῷ, ἐπαγούσῃ ἐπὶ τὴν ζωὴν, πάντως ἢ ἐν παντὶ θλίβεται, καὶ ἐν ἡμέρᾳ ἐστὶ υλίψεως· διὸ τυγχάνει τῆς ἐν τῷ ἐπακούεσθαι εὐλοίας, ὗς ἀποτυγχάνει ὁ ἐν πλατείᾳ ὤν. Διὸ μᾶλλον ιν ἡ μέρᾳ θλίψεως εἶναι θελήσωμεν· ὑπερασπίσει γὰρ μῶν τὸ ὄνομα τοῦ Θεοῦ Ἰακὼβ, εἰ ἐνδυσάμενοι τὴν τανοπλίαν αὐτοῦ σταίημεν πρὸς τὰς μεθοδείας τοῦ ιαβόλου. Εὐχώμεθα οὖν πάντως ἐν ἡμέρᾳ θλίψεως. να ἐπακουσθῶμεν, ἀγγελικῆς ἤ τινος τοιαύτης ἐξποστελλομένης ἡμῖν τῆς βοηθείας, ἢ βοηθείας τοῦ ριστοῦ.

Τοῦ αὐτοῦ. Ὁ τὴν στενὴν (24) καὶ τεθλιμμένην δεύων ὁδὸν ἀεί ἐστιν ἐν θλίψεσι, καὶ εὐχόμενος εἰσκαύεναι· ὁ πλατεῖαν οὕτε θλίβεται, οὕτε ἀκούεται. ὐχώμεθα οὖν ἐν θλίψεσιν, ἵνα εἰσακουσώμεθα. Καὶ Εζεκίας γὰρ τὴν ἐπιστολὴν λαβὼν Σεναχηρεὶμ, καὶ ν τῷ ναῷ ταύτην τῷ Θεῷ ἐπιδεικνὺς, τοῦ λαοῦ πὲρ αὐτοῦ εὐχομένου εἰσηκούσθη.

Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὀλοκαύτωμά [*]((2Ο) Ἁγνεία ἐστίν, etc. Schedæ Grabii, Bararus.) [*]((21) Εἰ ὁ δοῦλος, etc. Corderius, schedæ Grabii, Arbarus.)

1248
σου πιανάτω, κ. τ. ἑ. Τὰ μὲν ἄλογα (25) ζῶα πιαινόμενα θύεται καὶ ὁλοκαυτοῦται, τὰ δὲ λογικὲ μετὰ τὸ ὁλοκαυτωθῆναι πιαίνεται, εἵ γε μετὰ τὴν ἁγίου πυρὸς κάθαρσιν καταξιοῦται γνώσεως ὁλόκληρον καθαγιαζόμενον πυρί. Πιαίνει ὁ Θεὸς ὁλοκαυτώματά τινος. ἵνα ἡ πιότης τρέφῃ τὸ ἐπὶ τοῦ θυσιαστηρίου πῦρ. Μηδέποτε ἀψύχων μὲν ἡ θυσία, ἐμψύχων δὲ τὰ ὁλοκαυτώματα.

Τοῦ αὐτοῦ. Τὸ, « πάσης (26), » ἐμφαίνει πλῆθος, ὡς οὐ μεμνημένου ὀλίγης.

Δῷη σοι Κύριος κατὰ τὴν καρδίαν σου, κ. τ. ἑ. Ἀ πρέπει Θεῷ δοῦναι (27), καὶ αἰτοῦντι λαβεῖν, ὡς εἰδότι τί προσεύξασθαι δεῖ, καὶ καθʼ ὅ δεῖ. Ἥ δῴῃ σοι Κύριος εἰς ὅ χωρεῖ ἡ καρδία, τὴν βουλήν σου ὡς ἀγαθήν.

Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου, κ. τ. ἑ. Οἱ μὲν ἄνθρωποι (28) ἐν πλούτῳ ἀγαλλιῶσιν ἢ ἐν δέξῃ ἢ ἐν εὐγενείᾳ, ὁ δὲ ἅγιος ἐν τῷ σωτηρίῳ τοῦ Θεοῦ. Σωτήριον τοῦ Πατρὸς ἐν τῷ κόσμῳ ὁ Υἱός· σωτήριον τοῦ Υἱοῦ ἐν τῷ κόσμῳ ὁ σταυρός· σωτήριον περὶ οὗ εἴρηται, ὅτι « ἐτέχθη ἡμῖν σήμερον Σωτὴρ Κύριος, » περὶ οὗ εἶπε Συμεὼν, « Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. »

Τοῦ αὐτοῦ. Σωτήριόν ἐστι Θεοῦ (29) τὸ ἐν αὐτῷ, σώζεσθαι· ἐν υἱοῖς δὲ ἀνθρώπων οὐκ ἔστιν αὕτη ἡ σωτηρία. Πληροῦται δὲ τὰ αἰτήματα τοῦ αἰτοῦντος μεγάλα καὶ ἐπουράνια.

Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου, » τ. ἑ. Ἀλλʼ οὐ τὰ κακὰ (30) αἰτήματα. Ὦ τἀς θυσίας προσήνεγκας, πληρώσαι ὅσα κατὰ διάνοικν ᾔτησας, ὅτι μηδὲ ἀλλότρια αὐτοῦ τὰ τῆς σῆς βσυ λῆς.

Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐιοῦ, κ. τ. ἑ. Ἐπακούει γὰρ (31) Κύριος παντὸς βασιλέως, βασιλευομένου ὑπὸ τοῦ Βασιλέως τῶν βασιλευόντων.

Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, κ. τ. ἑ. Θ μὲν ἀντικείμενοι (32) μετὰ τῆς κακίας ἡμῖν ἐφῳμῶσιν· ἡμεῖς δὲ μετὰ τῆς Χριστοῦ γνώσεως αὐτῷ ἀπαντῶμεν· πεσοῦνται γὰρ αἱ ἀντικείμεναι δ??άμεις, ἡνίκα τὸ ῥηθὲν ἐπιφανεῖται σωτήριον.