Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ Θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ· ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν λντιλάβοιτό σου, κ. τ. ἑ. Ὁ ἐν στενῇ (23) καὶ τεθλιμμένῃ τυγχάνων ὀδῷ, ἐπαγούσῃ ἐπὶ τὴν ζωὴν, πάντως ἢ ἐν παντὶ θλίβεται, καὶ ἐν ἡμέρᾳ ἐστὶ υλίψεως· διὸ τυγχάνει τῆς ἐν τῷ ἐπακούεσθαι εὐλοίας, ὗς ἀποτυγχάνει ὁ ἐν πλατείᾳ ὤν. Διὸ μᾶλλον ιν ἡ μέρᾳ θλίψεως εἶναι θελήσωμεν· ὑπερασπίσει γὰρ μῶν τὸ ὄνομα τοῦ Θεοῦ Ἰακὼβ, εἰ ἐνδυσάμενοι τὴν τανοπλίαν αὐτοῦ σταίημεν πρὸς τὰς μεθοδείας τοῦ ιαβόλου. Εὐχώμεθα οὖν πάντως ἐν ἡμέρᾳ θλίψεως. να ἐπακουσθῶμεν, ἀγγελικῆς ἤ τινος τοιαύτης ἐξποστελλομένης ἡμῖν τῆς βοηθείας, ἢ βοηθείας τοῦ ριστοῦ.