Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ, σοφίζουσα νήπια· τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντσ καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Ὁ φόβυς Κυρίου ἁγνὸς, κ. τ. ἑ. Ὁ πνευματικὸς νόμος (18) τοῖς πνευματικοῖς καθάρσιος ἐπιστρέφει ψυχήν. Ἡ μαρτυρία Κυρίου δύναται τοῦ Χριστοῦ ἐν τῷ σταυρῷ μαρτύριον εἶναι, ἡ πιστὴ τοῦ Κυρίου μαρτυρία τοὺς νηπίους σοφίζουσα. Τὰ δικαιώματα Κυρίου, ἃ περιέχει δικαιοσύνην τῆς πρὸς ἕκαστον κατʼ ἀξίαν ἀποδόσεως, τοῦ Κυρίου · ἐν τῷ νόμῳ αὐτοῦ ἐστι δικαιώματα, ἢ τὰ περὶ τὴν πρὸς ἕκαστον αὐτοῦ οἰκονομίαν· ταῦτα γὰρ νοηθέντα εὐφραίνει καρδίαν. Ἡ ἐντολὴ Κυρίου ἐν εἴδει γενικοῦ νόμου ἐστὶν ἐντολή · οὐ κεκρυμμένως δὲ αὕτη , ἀλλὰ τηλαυγῶς λέγεται, καὶ φυλαχθεῖσα φωτίζει τοὺς τῆς ψυχῆς ὀφθαλμούς. « Ὁ φόβος Κυρίου ἁγνός· » τῶν δοκούντων φοβεῖσθαι τῆς ψυχῆς τὸν Κύριον οἱ μὲγ εἰδότες περὶ ὧν φοβεῖσθαι δεῖ, ἐκκλίνουσι τῶν κακῶν τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· οἱ δὲ οὐκ ἔχουσι τὸν ἀληθῶς φόβον Κυρίου. Ἁγνὸς γὰρ οὗτος. καὶ οἱ καρποὶ αὐτοῦ διαμένουσιν εἰς αἰῶνα αἰῶνυς.