Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποέησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα, κ. τ. ἑ. Ε: οἱ οὐρανοὶ (11) διηγοῦνται δόξαν Θεοῦ, οἱ δὲ οὐρανοὶ ἀπολοῦνται ·(« Οἱ οὐρανοὶ » γὰρ, φησὶν, « ἀπολοῦνται, σὺ δὲ διαμένεις· »)οἱ διηγούμενοι ἆρα τῂν δόξαν τοῦ Θεοῦ ἀπολοῦνται; Ἀλλὰ μὴν οὐδεὶς διηγούμενος τὴν δόξαν τοῦ Θεοῦ ἀπολεῖται· « Τοὺς γὰῳ δοξάζοντάς με, » φησὶν ὁ Θεὸς, « δοξάσω. » Οὐκ ἅρα οἱ οὐρανοὶ ἀπολοῦνται· ἀλλʼ οἱ μὲν διηγούμενει οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ τῆς νοερᾶς εἰσι φύσεως. οὐρανοὶ λεγόμενοι διὰ τὸ ἕχειν ἐν ἑαυτοῖς τὸν τῆς δικαιοσύνης ἥλιον· οἱ δὲ ἀπολλύμενοι οὐρανοὶ τῆς σωματικῆε εἰσιν οὐσίας.

[*](88 III Reg. XVIII, 21. 89 Rom. XII, I9. 90 Luc. X, I9. Psal. CI, 27. 92 I Reg. κ. 50.)[*]((8) Ἕως πότε, etc. Schedæ Grabii, et codex Barbarus.)[*]((11) Εἰ οἱ οὐρανοί, etc. Codex Coislimanus, schedæ Grabii, Barbarus.)
1241

Τοῦ αὐτοῦ. Οὕτε γὰρ γῆ (12), οὕτε ὁ ἐκ γῆς χοῖκὸς διηγήσασθαι δύναται δόξαν Θεοῦ. « Ὁ γὰρ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ. Τάχα δὲ οὐρανοί εἰσιν οἱ τοῦ οὐρανίου τὴν εἰκόνα φοροῦντες, οἵτινες διηγοῦνται δόξαν Θεοῦ. Εἰσὶ δὲ καὶ οὐρανοὶ ποίημα χειρῶν Θεοῦ. Τήρει δὲ διαφορὰν, τὸ μὲν διηγεῖσθαι ἐπὶ τῶν οὐρανῶν κείμενον, τὸ δὲ ἀναγγέλλειν ἐπὶ τοῦ στερεώματος εἰρημένον.

Ἡμέρα τῇ ἡμέρα ἐρεύγεται ῥῆμα, καὶ νὺξ τυκτὶ ἀναγγέλλει γνῶσιν, κ. τ. ἑ. Ἀλλὰ καὶ οἱ τὸν (13) θεωρητὸν ἀσπαζόμενοι βίον θησαυρίζουσιν ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν ἔχοντες, οὐρανοί εἰσι διηγούμενοι τὴν προειρημένην Θεοῦ δόξαν διὰ θεωρίας τῆς περὶ νοητῶν πραγμάτων. Οἱ πρακτικοὶ δὲ στερέωμά εἰσιν, ἑδραῖοι τυγχάνοντες, καὶ ἀπαγγέλλουσι τὴν ποίησιν τῶν τοῦ Θεοῦ χειρῶν, ἐργαζόμενοι τὰ τοῦ Θεοῦ, καὶ τούτου τυγχάνοντες ἕργα. Καὶ ἡ φωτινὴ δὲ νόησις ἡμέρας οὖσα, ἑτέρᾳ φωτεινῇ νοήσει σύμφωνος οὖσα, ἐρεύγεται ῥῆμα ὡς ἡ Παλαιὰ Γραφὴ τῶν πνευματικῶν πληρωθεῖσα τροφῶν, ἀπὸ τοῦ πληρώματος ἐρευγομένη, προσφέρεται ῥήματα τῇ Καινῇ Διαθήκῃ. Ἡ δὲ νὺξ, ἡ βαθυτάτη τῶν μυστικῶν πραγμάτων διάληψις, πρὸς ἑτέραν ἡμᾶς ἀσάφειαν ὁδηγεῖ, ἥνπερ διάληψιν δίδωσι τὸ τοῦ Θεοῦ Πνεῦμα τοῖς ἔχουσιν αὐτό· τὸ καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ. Ἡ λαλιὰ δὲ προποιεῖται τοῖς λόγοις, οἱ δὲ λόγοι τὴν ἐπιστήμην ἐπάγουσι, τὰς ἀποδείξεις παρέχοντες. Ἀμφότερα δὲ διὰ τοῦτο παρὰ Θεοῦ λέλεκται, ὅπως ἄν ἀκουσθῶσι· διὸ καὶ τοῖς ἀπειθοῦσιν οὐκ ἕστιν ἀπσλογία. Χωροῦσι δὲ τὸν φθόγγον ὅσοι τυγχάνουσι γῆ πρὸς σπόρον ἐπιτηδεία, τὴν λέξιν τὴν κατὰ τὸ αἰσθηιὸν τῆς Γραφῆς. Οἱ δὲ τούτους ὑπερβεβηκότες, καὶ πέρατα χρηματίζοντες, δέχονται τὰ ῥήματα σαφῶς παιδευόμενοι· οὐ φθόγγου γὰρ ἀκούων ὁ Πέτρος ἑλεγε· « Ῥήματα ζωῆς αἰωνίου ἔχεις. » Καὶ ὁ Σωτὴρ ἕφη· « Τὰ ῥήματα ἃ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστιν. » Ἀποστόλοις γὰρ ἔλεγε, πέρατα τυγχάνουσιν οἰκουμένης.

Οὐκ εὶσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούον. ται αἰ φωναὶ αὐτῶν, κ. τ. ἑ. Οὐ ταυτὸν λαλιὰ (14) καὶ λόγος, ἐπεὶ οὐδὲ ταυτὸν ὁ λάλος τῷ λογίῳ· ἢ τάχα λαλιῶν μὲν ὁ φθόγγος, λόγων δὲ τὰ ῥήματα.

Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, κ. τ. ἑ. Ὁ Κύριος ἡμῶν (15) ὁ ἥλιος τῆς δικαιοσύνης ἐστὶν, ἐυ αὐτῷ δὲ κατασκηνοῖ ὁ Πατὴρ, κατὰ τό· « Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. » Καὶ πάλιν· « Ὁ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἕργα. » Καὶ ὁ Ἀπόστολος· « Θεὸς ἦν ἐν τῷ Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. »

[*](93 Joan. XII, 31. 94 ICor. II, 10. 95 Joan. VI, 69. 96 ibid. 63. 97 ibid. XIV, 10. 98 ibid. 99 II Cor.V, 19.)[*]((15) Ὁ Κύριος ἡμῶν, etc. Schedæ Grabii, BarBarbarus Didymo tribuit.)[*]((16) Εxstat hoc fragmentum in Apologia Pamphili marlyris pro Origene.)
1244

Καὶ αὐτὸς ὠς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, κ, τ. ἑ. Ὡς νυμφίος ἐστὶν (17) ὁ Χριστός· « Ὁ γὰρ ἕχων, φησὶ, τὴν νύμφην νυμφίος ἐστί. » Κατὰ τὸ κάλλος μιμεῖται νυμφίον ἐκ παστάδος μετὰ πολλῆς εὐπρεπείας.

Ὁ νόμος τοῦ Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ, σοφίζουσα νήπια· τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντσ καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Ὁ φόβυς Κυρίου ἁγνὸς, κ. τ. ἑ. Ὁ πνευματικὸς νόμος (18) τοῖς πνευματικοῖς καθάρσιος ἐπιστρέφει ψυχήν. Ἡ μαρτυρία Κυρίου δύναται τοῦ Χριστοῦ ἐν τῷ σταυρῷ μαρτύριον εἶναι, ἡ πιστὴ τοῦ Κυρίου μαρτυρία τοὺς νηπίους σοφίζουσα. Τὰ δικαιώματα Κυρίου, ἃ περιέχει δικαιοσύνην τῆς πρὸς ἕκαστον κατʼ ἀξίαν ἀποδόσεως, τοῦ Κυρίου · ἐν τῷ νόμῳ αὐτοῦ ἐστι δικαιώματα, ἢ τὰ περὶ τὴν πρὸς ἕκαστον αὐτοῦ οἰκονομίαν· ταῦτα γὰρ νοηθέντα εὐφραίνει καρδίαν. Ἡ ἐντολὴ Κυρίου ἐν εἴδει γενικοῦ νόμου ἐστὶν ἐντολή · οὐ κεκρυμμένως δὲ αὕτη , ἀλλὰ τηλαυγῶς λέγεται, καὶ φυλαχθεῖσα φωτίζει τοὺς τῆς ψυχῆς ὀφθαλμούς. « Ὁ φόβος Κυρίου ἁγνός· » τῶν δοκούντων φοβεῖσθαι τῆς ψυχῆς τὸν Κύριον οἱ μὲγ εἰδότες περὶ ὧν φοβεῖσθαι δεῖ, ἐκκλίνουσι τῶν κακῶν τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· οἱ δὲ οὐκ ἔχουσι τὸν ἀληθῶς φόβον Κυρίου. Ἁγνὸς γὰρ οὗτος. καὶ οἱ καρποὶ αὐτοῦ διαμένουσιν εἰς αἰῶνα αἰῶνυς.

Τοῦ αὐτοῦ. « Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς. » Πότερον ἀπὸ κακίας (19) ἐπιστρέφων πρὸς τὴν ἀρετὴν, ἢ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά; Καὶ τάχα τοῦτο. Τὸ γὰρ πρότερον ἡ ἐντολὴ πέφυκς ποιεῖν. Ὁ τοῦ Μωϋσέως νόμος διαφόρως ὀνομάζεται. Λέγεται γὰρ νόμος, ὡς τὴν πολιτείαν ῥυθμίζων· μαρτυρία, ὅτι διαμαρτύρεται τὰ τῆς παραβάσεως, τιμωρίαν δεικνύς· δικαιώματα, ὅτι πρὸς τὸ καλὸν προτρέπων ἀπαγορεύει τὸ ἄδικον · ἐντολὴ, ὡς τὸ πρακτέον δεσποτικῶς κελεύων καὶ εἰσηγούμενος· κρίματα, ὅτι δείκνυσι τίνων ὁ φυλάσσων ἀγαθῶν τεύξεται, καὶ τίσι τιμωρίαις ὁ παραβαίνων παραδοθήσεται. Ὁ νόμος οὖν, φησὶ, τοῦ Κυρίου ἄμωμος Εν ἐπιστρέφει τὰς τῶν ἀνθρώπων ψυχάς.

1245

Τοῦ αὐτοῦ « Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος » Ἁγνεία ἐστὶν (20) ἁμαρτημάτων ἀποχὴ, καὶ ὁ φόβος ἁγνὸς, ὡς ἁγνοὺς ποιῶν· τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Αἰώνιος δὲ ὤν ὁ φόβος, καὶ αἰωνίους οἷς ἂν γένηται ποιεῖ. Εὐλάβεια καὶ ὁ τοῦ Θεοῦ φόβος τῶν αἰωνίων ἀγαθῶν προξενεῖ τὴν ἀπόλαυσιν. Εἰκότως δὲ ὁ τοῦ Θεοῦ φόβος ἁγνός· ὁ γὰρ ἀνθρώπινος ψέγεται, καὶ δειλίας ἔχει προσηγορίαν.

Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, κ. τ. ἑ. Εἰ ὁ δοῦλος (21) φυλάσσει, ὁ μὴ φυλάσσων οὐ δοῦλος. ὑλάσσει δὲ τὰ ἐπιθυμητὰ τοῦ Θεοῦ ὁ ἐπιθυμῶν οὐκ ἄλλο τι ἢ αὐτά. Διὸ ἔχει ἀνταπόδοσιν τυχεῖν τῶν ἐπιθυμουμένων. Τὰ φανερὰ δὲ κατορθώσας, περὶ τῶν νρυφίων εὔχεται.

Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσϲμαι, κ. τ. ἑ. Ἐὰν οἱ ἀλλότριοι (22) μὴ κατακυριεύσωσιν ἡμῶν, τότε ἅμωμοι ἐσόμεθα, οὐ πρότερον τοιοῦτοι ὄντες. Ἄμωμοι δὲ ἐσόμεθα καθαιρόμενοι καὶ ἀπὸ μεγίστης ἁμαρτίας. Καὶ τοῦ μὲν μηδὲν ἁγνὸν προφερομένου ἐκ τοῦ ἰδίου στόματος τὰ λόγια ἕσονται εἰς εὐδοκίαν, ἅτε ἀνοίγοντος τὸ στόμα μόνῳ λόγῳ Θεοῦ· τοῦ δὲ τοιούτου ἡ μελέτη τῆς καρδίας διὰ τὴν πα ῤῥησίαν ἐνώπιόν ἐστι τοῦ Θεοῦ, οὐ ποτὲ μὲν, ποτὲ δὲ οὕ, ἀλλὰ διὰ παντός. Οὐδενὸς δὲ ἀνιέντος τὴν μελέτην τῆς ἑαυτοῦ καρδίας, καὶ διὰ τοῦτο μολυνομένου διαλογισμοῖς πονηροῖς, δύναται μελέτη τῆς καρδίας εἶναι διὰ παντὸς ἐνώπιον τοῦ Θεοῦ.