Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξὰν με. Ὤδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου, κ. τ. ἑ. Ὁ Χριστὸς (65), καθὼς ἄνθρωπος, φησὶ ταῦτα. Τούτῳ γὰρ ὁ θάνατος ὠδῖνας ἔτεκε, καὶ οἱ ἀνομίας χείμαῤῥοι ἐξετάραξαν αὐτὸν, ὅτε εἶπεν Ἡ ψυχή μου τετάρακται·» οὐ μὴν κατέσχον τοῦτον. Καὶ ὠδῖνες ᾅδου περιεκύκλωσαν, οἰηθέντες αὐτὸν καταλαβεῖν, οὐ μὴν υἱὸς ᾅδου ἐγένετό ποτε. Προέφθανον δὲ αὐτὸν, ἥγουν προῆγον, καὶ αἱ πρὸς θάνατον ἁμαρτίαι, τουτέστι παγίδες· ἀλλʼ αὐτὸν οὐχ ἐάλωσαν. Οὐκοῦν χειμάῤῥους ἀνομίας ἐρεῖς τὰ ῥεύματα τῆς κακίας, καὶ θανάτου παγίδας τὰς πρακτικὰς ἁμαρτίας.