Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν, κ. τ. ἑ. Ἡ μὲν ἀρετὴ (7) ἀνακαινοῖ, ἡ δὲ κακία παλαιοῖ. Παλαιουμένων δὲ τὸ χωλαίνειν.
Τοῦ αὐτοῦ. « Ἕως πότε(8) ὑμεῖς χωλανεῖτε ἐπʼ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; » Τρίβοι δὲ ἀνθρώπων πρᾶξις καὶ θεωρία.
Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμέ, κ. τ. ἑ. Λαβὼν ἀπὸ Θεοῦ (9) ἐκδικήσεις, Χριστός φησιν· « Ἐμοὶ ἐκδικήσεις, ἐγὼ ἀνταποδώσω. »
Τοῦ αὐτοῦ. « Ἰδοὺ, δέδωκα (10) ὑμῖν τὴν ἐξοισίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, » καὶ τὰ ἐξῆς. Ὁ τῷ ἀγνοουμένῳ πάλαι λαῷ παρέχων τὸ ὑπʼ αὐτὸν τετάχθαι. « Ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων. » Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης. Εἰ δὲ οἱ ἐχθροί μου ὀργίλοι, ἄρα καὶ θυμώδεις εἰσί. « Θυμὸς γὰρ, φησὶν, αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. »
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποέησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα, κ. τ. ἑ. Ε: οἱ οὐρανοὶ (11) διηγοῦνται δόξαν Θεοῦ, οἱ δὲ οὐρανοὶ ἀπολοῦνται ·(« Οἱ οὐρανοὶ » γὰρ, φησὶν, « ἀπολοῦνται, σὺ δὲ διαμένεις· »)οἱ διηγούμενοι ἆρα τῂν δόξαν τοῦ Θεοῦ ἀπολοῦνται; Ἀλλὰ μὴν οὐδεὶς διηγούμενος τὴν δόξαν τοῦ Θεοῦ ἀπολεῖται· « Τοὺς γὰῳ δοξάζοντάς με, » φησὶν ὁ Θεὸς, « δοξάσω. » Οὐκ ἅρα οἱ οὐρανοὶ ἀπολοῦνται· ἀλλʼ οἱ μὲν διηγούμενει οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ τῆς νοερᾶς εἰσι φύσεως. οὐρανοὶ λεγόμενοι διὰ τὸ ἕχειν ἐν ἑαυτοῖς τὸν τῆς δικαιοσύνης ἥλιον· οἱ δὲ ἀπολλύμενοι οὐρανοὶ τῆς σωματικῆε εἰσιν οὐσίας.
[*](88 III Reg. XVIII, 21. 89 Rom. XII, I9. 90 Luc. X, I9. Psal. CI, 27. 92 I Reg. κ. 50.)[*]((8) Ἕως πότε, etc. Schedæ Grabii, et codex Barbarus.)[*]((11) Εἰ οἱ οὐρανοί, etc. Codex Coislimanus, schedæ Grabii, Barbarus.)Τοῦ αὐτοῦ. Οὕτε γὰρ γῆ (12), οὕτε ὁ ἐκ γῆς χοῖκὸς διηγήσασθαι δύναται δόξαν Θεοῦ. « Ὁ γὰρ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ. Τάχα δὲ οὐρανοί εἰσιν οἱ τοῦ οὐρανίου τὴν εἰκόνα φοροῦντες, οἵτινες διηγοῦνται δόξαν Θεοῦ. Εἰσὶ δὲ καὶ οὐρανοὶ ποίημα χειρῶν Θεοῦ. Τήρει δὲ διαφορὰν, τὸ μὲν διηγεῖσθαι ἐπὶ τῶν οὐρανῶν κείμενον, τὸ δὲ ἀναγγέλλειν ἐπὶ τοῦ στερεώματος εἰρημένον.
Ἡμέρα τῇ ἡμέρα ἐρεύγεται ῥῆμα, καὶ νὺξ τυκτὶ ἀναγγέλλει γνῶσιν, κ. τ. ἑ. Ἀλλὰ καὶ οἱ τὸν (13) θεωρητὸν ἀσπαζόμενοι βίον θησαυρίζουσιν ἐν οὐρανῷ, κἀκεῖ τὴν καρδίαν ἔχοντες, οὐρανοί εἰσι διηγούμενοι τὴν προειρημένην Θεοῦ δόξαν διὰ θεωρίας τῆς περὶ νοητῶν πραγμάτων. Οἱ πρακτικοὶ δὲ στερέωμά εἰσιν, ἑδραῖοι τυγχάνοντες, καὶ ἀπαγγέλλουσι τὴν ποίησιν τῶν τοῦ Θεοῦ χειρῶν, ἐργαζόμενοι τὰ τοῦ Θεοῦ, καὶ τούτου τυγχάνοντες ἕργα. Καὶ ἡ φωτινὴ δὲ νόησις ἡμέρας οὖσα, ἑτέρᾳ φωτεινῇ νοήσει σύμφωνος οὖσα, ἐρεύγεται ῥῆμα ὡς ἡ Παλαιὰ Γραφὴ τῶν πνευματικῶν πληρωθεῖσα τροφῶν, ἀπὸ τοῦ πληρώματος ἐρευγομένη, προσφέρεται ῥήματα τῇ Καινῇ Διαθήκῃ. Ἡ δὲ νὺξ, ἡ βαθυτάτη τῶν μυστικῶν πραγμάτων διάληψις, πρὸς ἑτέραν ἡμᾶς ἀσάφειαν ὁδηγεῖ, ἥνπερ διάληψιν δίδωσι τὸ τοῦ Θεοῦ Πνεῦμα τοῖς ἔχουσιν αὐτό· τὸ καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ. Ἡ λαλιὰ δὲ προποιεῖται τοῖς λόγοις, οἱ δὲ λόγοι τὴν ἐπιστήμην ἐπάγουσι, τὰς ἀποδείξεις παρέχοντες. Ἀμφότερα δὲ διὰ τοῦτο παρὰ Θεοῦ λέλεκται, ὅπως ἄν ἀκουσθῶσι· διὸ καὶ τοῖς ἀπειθοῦσιν οὐκ ἕστιν ἀπσλογία. Χωροῦσι δὲ τὸν φθόγγον ὅσοι τυγχάνουσι γῆ πρὸς σπόρον ἐπιτηδεία, τὴν λέξιν τὴν κατὰ τὸ αἰσθηιὸν τῆς Γραφῆς. Οἱ δὲ τούτους ὑπερβεβηκότες, καὶ πέρατα χρηματίζοντες, δέχονται τὰ ῥήματα σαφῶς παιδευόμενοι· οὐ φθόγγου γὰρ ἀκούων ὁ Πέτρος ἑλεγε· « Ῥήματα ζωῆς αἰωνίου ἔχεις. » Καὶ ὁ Σωτὴρ ἕφη· « Τὰ ῥήματα ἃ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστιν. » Ἀποστόλοις γὰρ ἔλεγε, πέρατα τυγχάνουσιν οἰκουμένης.
Οὐκ εὶσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούον. ται αἰ φωναὶ αὐτῶν, κ. τ. ἑ. Οὐ ταυτὸν λαλιὰ (14) καὶ λόγος, ἐπεὶ οὐδὲ ταυτὸν ὁ λάλος τῷ λογίῳ· ἢ τάχα λαλιῶν μὲν ὁ φθόγγος, λόγων δὲ τὰ ῥήματα.
Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, κ. τ. ἑ. Ὁ Κύριος ἡμῶν (15) ὁ ἥλιος τῆς δικαιοσύνης ἐστὶν, ἐυ αὐτῷ δὲ κατασκηνοῖ ὁ Πατὴρ, κατὰ τό· « Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. » Καὶ πάλιν· « Ὁ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἕργα. » Καὶ ὁ Ἀπόστολος· « Θεὸς ἦν ἐν τῷ Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ. »
[*](93 Joan. XII, 31. 94 ICor. II, 10. 95 Joan. VI, 69. 96 ibid. 63. 97 ibid. XIV, 10. 98 ibid. 99 II Cor.V, 19.)[*]((15) Ὁ Κύριος ἡμῶν, etc. Schedæ Grabii, BarBarbarus Didymo tribuit.)[*]((16) Εxstat hoc fragmentum in Apologia Pamphili marlyris pro Origene.)