Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Οἱ πεσόντες (1) ἀπὸ τῆς ἐν φαύλῳ στάσεως εὐεργετοῦνται. Ἀλλʼ οὐδὲ οἱ τῆς ἀληθείας ἐχ θροὶ λόγοι δυνήσονται στῆναι ἐνώπιον τοῦ ἱκανοῦ χειρὶ, Ὄπερ ὁ Δαυῒδ ἑρμηνεύεται.

Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας, κ. τ. ἑ. Νῶτον [*](86 Ezech. XVI, 56. Psal. cxv, 16.) [*]((94) Ὁ χαλκὸς σύμβολόν ἐστι, etc. Schedæ Grabii, codex Coislinianus. Barbari Catena.) [*]((95) Ὁ ἐν δεξιᾷ καθήμενος, etc. Schedæ Grabii, coedex Coislinianus, Catena Barbari.) [*]((96) Εὺφόρως ὑπομένοντος, etc. Schedæ Grabii.) [*]((97) Ὁ ἱκανωθείς, etc. Codex Roe.)

1240
διδόασιν (2) οἱ ἐχθροὶ, μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ.

Τοῦ αὐτοῦ. Ἔδωκας τοὺς ἐχθρούς μου (3) μεταβαλόντας ἀκολουθεῖν μοι ἀχωρίστως μου, ὥστε αὐτοὺς γενέσθαι μοι νῶτα, ἥ φεύγοντας.

Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, κ. τ. ἑ. Ὁ εἰς σημεῖον (4) ἀντιλεγόμενον γενόμενος ταῦτά φησι Χριστὸς, ὅν ὁ Θεὸς κατέστησεν εἰς κεφαλὴν ἐθνῶν. Κεφαλὴ γὰρ τῆς Ἐκκλησίας ὁ Χριστός.

Λαὸς, ὅν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι, κ. τ. ἑ. Τὸ, « οὐκ ἕγνων » (5), ἰδίως αἱ Τραφαὶ ὀνομάζουσιν ἐπὶ τῶν χειρόνων· νῦν μὲν γὰρ ὁ Χριστὸς τὸ, « οὐκἕγνων, » ἐπὶ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἐθνῶν ἕταξεν. Ἦν γὰρ ὅτε οὐκ ἐγινώσκετο. Εὑρήσεις δὲ τοιαῦτα καὶ τὸν Θεὸν λέγοντα.

Τοῦ αὐτοῦ. Ἀγνοοῦντες ἠγνοοῦντο (6), καὶ ἐγνωκότες ἐπεγνώσθησαν.

Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν, κ. τ. ἑ. Ἡ μὲν ἀρετὴ (7) ἀνακαινοῖ, ἡ δὲ κακία παλαιοῖ. Παλαιουμένων δὲ τὸ χωλαίνειν.

Τοῦ αὐτοῦ. « Ἕως πότε(8) ὑμεῖς χωλανεῖτε ἐπʼ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; » Τρίβοι δὲ ἀνθρώπων πρᾶξις καὶ θεωρία.

Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμέ, κ. τ. ἑ. Λαβὼν ἀπὸ Θεοῦ (9) ἐκδικήσεις, Χριστός φησιν· « Ἐμοὶ ἐκδικήσεις, ἐγὼ ἀνταποδώσω. »

Τοῦ αὐτοῦ. « Ἰδοὺ, δέδωκα (10) ὑμῖν τὴν ἐξοισίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, » καὶ τὰ ἐξῆς. Ὁ τῷ ἀγνοουμένῳ πάλαι λαῷ παρέχων τὸ ὑπʼ αὐτὸν τετάχθαι. « Ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων. » Ἐν οἷς θυμὸς ἐπικρατεῖ, ἐν τούτοις καὶ ὀργιλότης. Εἰ δὲ οἱ ἐχθροί μου ὀργίλοι, ἄρα καὶ θυμώδεις εἰσί. « Θυμὸς γὰρ, φησὶν, αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. »