Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλείπωσιν. ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου, κ. τ. ἑ. Ὁ ἱκανωθεὶς (97) ὑπὸ Θεοῦ διάκονος εἶναι Διαθήκης Καινῆς ὡς πᾶν ἐπαγόμενον ὕψωμα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ καθαιρεῖν, καταδιώξας τοὺς ἐχθροὺς τῇ ἀπὸ Θεοῦ σωτηρίᾳ λόγους, καταδιώξεται αὐτοὺς, καὶ οὐ πρότερον τοῦ ἐκλιπεῖν αὐτοὺς, ἀποστραφήσεται πολεμῶν αὐτοῖς. Στῆναι δὲ ἐνώπιον τοῦ ἱκανωθέντος ὑπὸ Θεοῦ οὐ δυνήσονται ἐκθλιβόμενοι οἱ ἐχθροὶ τῆς ἀληθείας λόγοι.