Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὁ Θεός μου, ἅμωμος ἡ ὀδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπʼ αὐτόν, κ. τ. ἑ. Ἅμωμος ὀδὸς (91) ὁ Χριστός ἐστιν ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός. » Ἐπεὶ δὲ τὰ λόγια Κυρίου πεπυρωμένα ἐστὶν, οί ἀκούοντες αὐτῶν λέγουσιν· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν; » Καὶ « πνεύματι δὲ ζέουσι, καὶ ἀλλότριον Θεοῦ οὐ παραδέχονται πῦρ, ὅπερ ἐστὶν ἐν τοῖς βέλεσι τοῦ πονηροῦ. Ἀλλʼ ὁ εἰπών· « Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, » πεπυρωμένα εἶχε λόγια· διό φησι· Καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; « Τάχα δὲ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ βαπτίζει Ἰησοῦς. ἀλλὰ τὸ πῦρ κατακαίει ξύλα, χόρτον, καλάμην.