Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὺ σκότος μου, κ. τ. ἑ. Ὁ λύχνος τοῦ σώματός ἐστιν (89) ὁ ὀφθαλμός. Τοῦτον φωτιεῖ ὁ Κύριος. Ἔχομεν δέ τι καὶ ἐν τῇ ἀνθρωπίνῃ κατασκευῇ σκότος· τοῦτο οὖν τοῦ δικαίου φωτιεῖ ὁ Κύριος. Ἥ λύχνος ψυχῆς ὁ νοῦ, ὡς δὴ φωτὸς δεκτικός. Σκότος δὲ ταύτης τό τε θυμικὸν καὶ ἐπιθυμητικὸν, ἃ δὴ φωτίζεται ὑπὸ τοῦ νοῦ δεξαμένου τὰς θείας αὐγάς. Τάχα δὲ καὶ οἱ περιλαμφθέντες τῇ ἀληθείᾳ ὑπὸ Κυρίου λύχνον ἔχουσιν ἀνημμένον, τὰς δὲ πράξεις κατʼ ὄρθρον ἄγοντες λόγῳ, ἐκ τοῦ τὸν νοῦν πεφωτίσθαι, καὶ σκότος αὐτῶν ἔχουσι φωτιζόμενον. Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος, κ. τ. ἑ.