Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ἐν μὲν τοῖς ὁσίοις (87) ὅσιός ἐστιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἀθώοις ἀθῶος, ἐν δὲ τοῖς ἐκλεκτοῖς ἐκλεκτὸς, ἐν δὲ τοῖς στρεβλοῖς οὐ στρεβλὸς, ἀλλὰ συστρεβλούμενος αὐτοῖς διὰ τὸ εὔφημον. Στρεβλὸν γὰρ τὸν Θεὸν εἰπεῖν ἐφυλάξατο. Τούτους τοὺς στίχους οἱ ἁπολούστεροι ἐπὶ τῶν ἀνθρώπων πολλάκις λαμβάνουσιν. Οὔτω δὲ συστρεβλοῦται Θεὸς, ὡς ἐν τῷ Δευτερονομίῳ λέγει· « Ἐὰν εἰσελεύσησθε πρὸς μὲ πλάγιοι, εἰσελεύσομαι κἀγὼ πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ. »