Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι, ὅτι ἐφύλαξα τὰς ὀδοὺς Κυρίου, κ. τ. ἑ. Ὁ ἐπαίρων ὁσίους (81) χεῖρας, καὶ θαῤῥῶν εἰπεῖν· « Ἔπαρσις τῶν χειρῶν μσυθυσία ἑσπερινὴ, » καὶ καθαρότητα χειρῶν ὀμολογίσει ἔχειν. Θεωροῦντος δὲ ὡς ἕκαστον κρίσει γίνεται λόγος. Ἐστι δέ τινα κρίματα τοῦ Θεοῦ περὶ ἐκάστου τῶν ἁμαρτανομένων. Ἐπὰν οὖν τὰ περὶ πάντων τῶν ἁμαρτημάτων κρίματα πάντα πρὸ ὀφθαλμῶν τις ἔχῃ. ἐρεῖ· « Πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου. » Καὶ ἄλλως οὐδὲν ὁ ταῦτα λέγων ἑαυτοῦ καταγινώσκει. Ὅθεν καὶ ἐπὶ τὸν Σωτῆρα αὐτὰ δεῖ ἀναφέρεσθαι. « τὸν πεπειρασμένον κατὰ πάντα καθʼ ὁμοιότητα χωρὶς ἁμαρτίας. »