Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

χοῦ αὐτοῦ. Ἐντεῦθεν γινώσκομεν (79), ὅιε πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἰσχυρότεροι ἡμῶν ἦσαν οἱ δαίμονες, νῦν δὲ τούτων ἡμεῖς ἐπικρατέστεροι, οἷς ἔδωκεν ὁ Χριστὸς « πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίωι, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. »

Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. Καὶ ἐξήγαγέ με εἰς πλατυσμόν, ῥύσεταὶ με, ὅτι ἠθέλησέ με. κ. τ. ἑ. Οἱ θλιβόμενοι (80) καὶ μὴ στενοχωρούμενοι ἴστωσαν ἐξαχθησόμενοι ἀπὸ τῆς θλίψεως καὶ εἰς ἅγιον τοῦ Θεοῦ πλατυσμὸν ἀχθήσεσθαι· ἐν γὰρ ἡμέρᾳ κακώσεως τὸν πρὸς αὐτὸν καταφεύγοντα ἀντιστηρίζει Θεὸς, ὡς ἂν μὴ κλονηθεὶς καταπέσῃ· καὶ ἀντιστηρίζων ἐκφέρει εἰς πλάτός τὸν στενούμενον ταῖς θλίψεσι, κατὰ τό. « Ἐν θλίψει ἐπλάτυνάς με· » ὅπερ γίνεται, οὐ πάντως ἀπαλλαττομένου, γενναίως δὲ φέροντος.

Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι, ὅτι ἐφύλαξα τὰς ὀδοὺς Κυρίου, κ. τ. ἑ. Ὁ ἐπαίρων ὁσίους (81) χεῖρας, καὶ θαῤῥῶν εἰπεῖν· « Ἔπαρσις τῶν χειρῶν μσυθυσία ἑσπερινὴ, » καὶ καθαρότητα χειρῶν ὀμολογίσει ἔχειν. Θεωροῦντος δὲ ὡς ἕκαστον κρίσει γίνεται λόγος. Ἐστι δέ τινα κρίματα τοῦ Θεοῦ περὶ ἐκάστου τῶν ἁμαρτανομένων. Ἐπὰν οὖν τὰ περὶ πάντων τῶν ἁμαρτημάτων κρίματα πάντα πρὸ ὀφθαλμῶν τις ἔχῃ. ἐρεῖ· « Πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου. » Καὶ ἄλλως οὐδὲν ὁ ταῦτα λέγων ἑαυτοῦ καταγινώσκει. Ὅθεν καὶ ἐπὶ τὸν Σωτῆρα αὐτὰ δεῖ ἀναφέρεσθαι. « τὸν πεπειρασμένον κατὰ πάντα καθʼ ὁμοιότητα χωρὶς ἁμαρτίας. »

Τοῦ αὐτοῦ. Καθαρειότης ψυχῆς (82) ἐστιν ἀπὰθεια ἐκ χάριτος Θεοῦ, προσγινομένης καὶ σπουδῆς [*](71 Matth. v, 8. 72 Luc. X, 19. 73 Ps. IV, 2. 74 Ps. CXL, 2. 75 IIebr. IV, 15.) [*]((80) Οἱ θλιβόμενοι, etc. Corderius.) [*]((81) Ὁ ἐπαίρων ὁσίους, etc. Codex Roe. Corderius autem anonymo tribuit.) [*]((82) Καθαρειότης ψυχῆς, etc. Schedæ Grabii, et Barbarus.)

1233
τοῦ ἀνθρώπου. Καθαρειότητα χειρῶν τὰς προφητικάς φησιν ἐνεργείας ἀμολύντους οὕσας ἀπὸ τῆς βελτίστης ἕξεως.

Καὶ ἔσομαι ἅμωμος μετʼ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου, κ. τ. ἑ. Χωρὶς Θεοῦ (83) οὐκ ἔστιν εἶναι ἄμωμον· μετʼ ὀλίγα οὖν φησι· « Καὶ ἔθετο ἄμωμον τὴν ὀδόν μου. » Οὐκ ἔστι δὲ κατὰ τὸν λέγοντα τό. « Ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, » καὶ τὸ ἐξῆς, ἔχειν ἀνομίαν. Καὶ τό. « φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου,» δύναται ἀναφέρεσθαι ἐπὶ τὸ λεγόμενον τὸ ἐν ἡμῖν σκότος, κατὰ τό· « Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστὶ, τὸ σκότος πόσον; »

Τοῦ αὐτοῦ. Ἅμωμός ἐστιν (84) ὁ ἔχων ἐν ἑαυτῷ τὴν ὁδὸν τοῦ Θεοῦ, τὸν Χριστόν. « Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ἡ ὁδός. » Ἄμωμον δὲ ταύτην τὴν ὁδὸν καὶ αὐτὸς ὁ Δαυΐδ ἔφη λέγων· « Ὁ Θεός μου, ἄμωμος ἡ ὁδός σου. »

Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, κ. τ. ἑ. « Ἐν ᾧ μέτρῳ (85) μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. » Ἁγίων δὲ αὕτη ἡ φωνὴ τῶν διὰ πολλὴν παῤῥησίαν δυναμένων λέγειν· « Ἀνταπόδος τῷ δούλῳ σου. » Δικαιοσύνην λέγει τὴν ἐκ πίστεως Ἰησοῦ Χριστοῦ, ἥτις πεφανέρωται εἰς πάντας τοὺς πιστεύοντας· τοῖς γὰρ ὀρθῶς πιστεύουσιν ἡ πίστις εἰς δικαιοσύνην λογίζεται.

Μετὰ ὁσίου ὁσιωθήσῃ. καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτός ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις, κ. τ. ἑ. Ὡς ἔσομαι (86) ἄμωμος μετʼ αὐτοῦ τοῦ Θεοῦ, οὕτως ὁ Θεὸς μετὰ ὁσίου ὁσιωθήσεται, καὶ μετὰ ἀθώου ἀθῶος ἓσται, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσται αὐτός. Μετὰ στρεβλοῦ δὲ οὐχὶ στρεβλὸς ἔσται (οὐδὲ γὰρ θεμιτὸν), ἀλλὰ διαστρέψεις, ὡς μετὰ Φαραώ.

Τοῦ αὐτοῦ. Ἐν μὲν τοῖς ὁσίοις (87) ὅσιός ἐστιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἀθώοις ἀθῶος, ἐν δὲ τοῖς ἐκλεκτοῖς ἐκλεκτὸς, ἐν δὲ τοῖς στρεβλοῖς οὐ στρεβλὸς, ἀλλὰ συστρεβλούμενος αὐτοῖς διὰ τὸ εὔφημον. Στρεβλὸν γὰρ τὸν Θεὸν εἰπεῖν ἐφυλάξατο. Τούτους τοὺς στίχους οἱ ἁπολούστεροι ἐπὶ τῶν ἀνθρώπων πολλάκις λαμβάνουσιν. Οὔτω δὲ συστρεβλοῦται Θεὸς, ὡς ἐν τῷ Δευτερονομίῳ λέγει· « Ἐὰν εἰσελεύσησθε πρὸς μὲ πλάγιοι, εἰσελεύσομαι κἀγὼ πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ. »

Τοῦ αὐτοῦ. Πρὸς τὰς γνώμας (88) τῶν ἀνθρώπων ἁρμόττεις τὰς ἀντιδόσεις, ὦ Δέσποτα. Παρέχεις γὰρ τοῖς ὁσίοις τὰ ὁσιότητος ἄξια, τοῖς ἀνευθύνοις καὶ δικαίοις τὰ πρόσφορα, καὶ τοῖς ἐκλεκτοῖς καὶ τελείοις τὰ τέλεια· τοῖς δὲ ἐκτραπεῖσι καὶ τὴν ἐναντίαν ὁδεύουσι κατάλληλον παρασκευάζεις τῆς ὁδοῦ τὸ τέλος. Καὶ τίνα τρόπον; « Ὅτι σὺ λαὸν ταπεινὸν σὡσεις. »

[*](76 Matth. VI, 23. 77 Joan. XIV, 6. Ps. XVII, 31. 79 Matth. VII, 2. 80 Ps. CXVIII, 17. 81 Levit. XXVI, 27, 28.)[*]((83) Χωρὶς Θεοῦ, etc. Codex Roe. Corderius vero tanquam incerti habet.)[*]((84) Ἄμωμός ἐστιν, etc. Schedæ Grabii, Barbarus.)[*]((85) Ἐν ᾧ μέτρῳ, etc. Schedæ Grabii, Barbarus.)
1236