Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἐξαπέστειλενν ἐξ ὕψους καὶ ἔλαβέ με, προσελάβετό με ἐξ ύδάτων πολλῶν. Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, κοὶ ἐκ τῶν μισούντων με· ὅτι ἐστερεώθησαν ὑπέρ ἐμέ, κ. τ. ἑ. Αὐτὸς ἐξ ὕψους ἔλαβέ με (78), τὸν καταβάντα προσλαβόμενος ἀπὸ πολλῶν ὑδάτων τοῦ ἀνθρωπίνου βίου, καὶ ῥυσάμενος ἐξ ἐχθρῶν ἐν τῷ ἐχθραίνειν δυνατῶν. Ὅρα μεντοιγε, ὅτι δυνατοὶ εἶναι οἱ ἐχθροὶ μεμαρτύρηνται. Ἴσως δὲ καὶ τὰ τῆς ἀθεότητος δόγματα ὕδωρ ἐστὶ πολὺ, οὐ δυνάμενον σβέσαι τὴν ἀγάπην. Ἐχθροὶ δὲ δυνατοὶ, οἵ τε ἀόρατοι, καὶ ἄνθρωποι οἱ διὰ ψευδωνύμου γνώσεως τὴν ἀπάτην ἐργαζόμενοι.