Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Διὰ τοῦ ὁμοίου (60) τὸ ὅμοιον ἐπιγινώσκομεν, καὶ διὰ τῆς ἀγάπης τὴν ἀγάπην, καὶ ἀὶ τοῦ δικαίου τὴν δικαιοσύνην. Αὕτη γὰρ ἡ ἐντολὴ μεγάλη καὶ πρώτη. Ὁ ἀγαπῶν δὲ καὶ θεραπεύει τὸν ἀγαπώμενον. Ἰσχὺν ἑαυτοῦ καλεῖ τὸν Θεὸν, ὡς αὐτοῦ ῥυσθεὶς ἐκ πάντων αὐτοῦ τῶν ἐχθρῶν αἰσθητῶν καὶ νοητῶν.

Τοῦ αὐτοῦ. Στερέωμα εἶπε (61) τὸν Θεὸν ὡς ὑς αὐτοῦ κατὰ τῶν πολεμίων ῥυσθείς· καταφυγὴν δὲ [*]((59) αὐτοϊσχύς, etc. Corderius.) [*]((60) Διὰ τοῦ ὁμοίου, etc. Schedæ Grabii, et barbarus.) [*]((61) Στερέωμα εἶπε, etc. Eædem schedæ, et barbarus.)

1225
ὡς τεἴχος αὐτῷ γενόμενον· ῥύστην, ὡς ὑπʼ αὐτοῦ λυτρωθείς.

Τοῦ αὐτοῦ. Βοηθὸν εἶπε (62) τὸν Θεὸν, ὡς ἐπικουρήσαντα.

Tοῦ αὐτοῦ. Ὑπερασπιστὴν ἕφη (63) τὸν Θεὸν, ὡς πρόμαχο· κέρας σωτηρίας, ὡς διʼ αὐτοῦ τοὺς ἐχθροὺς τρόπον τινὰ κερατίσας, καὶ τῇ τούτου προμηθείᾳ διασωθείς. Κέρας σωτήριον καὶ ὁ Χριστὸς, κατὰ τὸν Ζαχαρίαν λέγοντα· « Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν. » Κέρας καὶ ἡ βασιλεία, ὡς τό. «Ὑψώσει κέρας Χριστοῦ αὐτοῦ. »

Αἰνῶν ἐπικαλέσομαι Κύριον, κοὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι, κ τ. ἑ. Ὁ μετὰ τοῦ ὑμνεῖν (64) εὐχόμενος, αἰνῶν ἐπικαλεῖται τὸν Κύριον. Οὐδεὶς δὲ οὕτως εὔχεται τοῖς συμβαίνουσι δυσαρεστούμενος. Καὶ τῶν ἐχθρῶν οὖν περιεστηκότων, οὕτως εὐκτέον.

Περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξὰν με. Ὤδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου, κ. τ. ἑ. Ὁ Χριστὸς (65), καθὼς ἄνθρωπος, φησὶ ταῦτα. Τούτῳ γὰρ ὁ θάνατος ὠδῖνας ἔτεκε, καὶ οἱ ἀνομίας χείμαῤῥοι ἐξετάραξαν αὐτὸν, ὅτε εἶπεν Ἡ ψυχή μου τετάρακται·» οὐ μὴν κατέσχον τοῦτον. Καὶ ὠδῖνες ᾅδου περιεκύκλωσαν, οἰηθέντες αὐτὸν καταλαβεῖν, οὐ μὴν υἱὸς ᾅδου ἐγένετό ποτε. Προέφθανον δὲ αὐτὸν, ἥγουν προῆγον, καὶ αἱ πρὸς θάνατον ἁμαρτίαι, τουτέστι παγίδες· ἀλλʼ αὐτὸν οὐχ ἐάλωσαν. Οὐκοῦν χειμάῤῥους ἀνομίας ἐρεῖς τὰ ῥεύματα τῆς κακίας, καὶ θανάτου παγίδας τὰς πρακτικὰς ἁμαρτίας.

Τοῦ αὐτοῦ. Ὤδῖνες θανάτου (66), ἤτοι αἱ τὸν θάνατον τίκτουσαι, ἢ αἱ συνειλημμέναι ἐκ τοῦ θανάτου, δστις ἔσχατος ἐχθρὸς καταργηθησόμενος ὑπὸ Παύλου κεκήρυκται.

Τοῦ αὐτοῦ. Χείμαῤῥοι ἀνομίας (67) οἱ παράνομοι λογισμοὶ, οἵτινες ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν, καὶ πάλιν παγίδες θανατοῦντες ἡμᾶς διὰ τῆς κατʼ ἐνέργειαν ἁμαρτίας.

Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ τῆς φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ, κ. τ. ἑ. Ἐν μέσαις ταῖς θλίψεσι (68) καὶ ἀκμαζούσαις αὐταῖς, ἐπικλητέον τὸν Κύριον, καὶ κρακτέον πρὸς Θεόν. Οὕτω γὰρ ἡμῶν ἐπακούσεται ἐκ τοῦ ναοῦ αὐτοῦ λόγων· καὶ ἀπὸ τοιαύτης διαθέσεως ἡμῶν ἡ εὐχὴ μετὰ παῤῥησίας εἰσελεύσεται, ὡς εἰς οἰκεῖοντόπον, τὰ λεγόμενα ὦτα αὐτοῦ. Μήποτε δὲ καὶ ὁπλιζόμεθα κατὰ τῶν ἐχθρῶν ἐν αὐτῷ τῷ αἰνεῖν καὶ ἐπικαλεῖσθαι Κύριον.

Τοῦ αὐτοῦ. Ναὸς Θεοῦ (69) ὁ Χριστὸς, Χριστοῦ δὲ αἱ νοεραὶ καὶ ἅγιαι δυνάμεις. Διὸ καὶ ὁ Χριστὸς [*](»61 Luc. I, 69. 62 I. Reg. II, 10. 63 Joann. X, 27.) [*]((62) Βοηθὸν εἶπε, etc. Schedæ Grabii.) [*]((63) Ὑπερασπιστὴν ἔφη, etc. Eædem schedæ.) [*]((64) Ὁ μετὰ τοῦ ὑμνεῖν, etc. Codex Roe.) [*]((65) Ὁ Χριστὸς, etc. Codd. Coislinianus ct Roc. Corderius sutem habet tanquam anonymi.) [*]((65) Ὠδῖνες θανάτου, etc. Schedæ Grabii.)

1228
νῦν λέγεται καβέξεσθαι ἐπὶ θρόνου Δκοΐδ τοῦ πατρὶς αὐτοῦ.

Καὶ ἐσαἰεύθη, καὶ ἐντρομες ἐγενήθ ἡ τῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταρὰχθηϲαν, καὶ ἑσαλεύθηοσν, ὄτι ὠργίϲθη αὐτοῖς ὁ θεός. Ἀνέβη κακης ἐν ὀργῇ ἀετοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ κατεφλόγισεν· ἀγθρακες ἀνήφθησαν ἀπʼ αὐτοῦ, κ. τ. ἑ. Τῷ μὲν ἐστηκότι (70) ἕστηκεν ὁ Θεὸς, τῷ δὲ σαλευομένῳ σαλεύεται, ὡς Μωῦσεῖ λέγεται· « Στῇθι ἐναντίον φαραώ. » Ὄτε μέντοιγε Ἀδὰμ παρήκοοσε τοῦ Θεοῦ. μᾶλλον δὲ τῆς γυναικὸς ἤκουσε, τότε ἤκαυσε Κυρίου τοῦ Θεοῦ περιπατοῦντος· οὐκέτι γὰρ αὐτῷ ἑστήκει ὁ Θεὸς, καὶ ὡς ἀγαθὸς δὲ ὁ κρίνοων οὔχ ἔστηκε. Σαλευομένου δὲ Θεοῦ ἔντρομος γίνεται σὐκ σὐρανὸς, ἀλλὰ ἡ γῆ, καὶ θεμέλια τῶν ὀρέων ταράσσεται, ἄπερ θεμέλια τῶν ὀρέων ταράξει τὸ ἐκκαιόμενον πῦρ ἐκ τοῦ θυμοῦ τοῦ Θεοῦ. « Πρόσωπον δὲ Κυρίου ἔπὶ ποιοῦντας κακά· » ἁγίους γὰρ φωτίζει, οἷον· που.

ου« Ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπω Τοῦ αὐτοῦ. « Καὶ πῦρ ἀπὸ προσώπου (71) αὐτοῦ κατεφλόγισεν, » κατακαῖον ξύλα, χόρτον, καλάμην. τουτέστιν ἀναλίσκον τὰς πονηρὰς ἔξεις. Οὕτω κετέκαυσέ ποτε τελώνην μὲν ὄντα τὸν Ματθαῖον, Παῦλον δὲ διώκτην καὶ ὑβριστήν.

Τοῦ αὐτοῦ. Ὡς ἀγαθὸς ὁ Θεὸς (72) σαλεύεται, ἴα μηκέτι ἡ γῆ αὐτοῦ καταφρονῇ, ἀλλʼ ὡς πατέρα φοβῆται αὐτόν· καὶ ἵνα μηκέτι ἀκίνητα ᾖ τὰ πᾶν ὀρέων θεμέλια, ἄλλʼ ἐν ταραχῇ. Καὶ ὡς ἀγαθὸς ὁ Θεὸς καῖον πῦρ καταναλίσκον, πρῶτον ἀναβαῖνον ἀπολύει καπνὸν, εἶτα ἀνάπτει ἄνθρακας, εἶτα καταβαίνει κλίνας οὐρανὸν, καὶ μετὰ τοῦτο δείκνυσι τὸν ὑπὸ τοὺς πόδας αὐτοῦ γνόφον. Εἶτα ἐπιβὰς τῶν χερουβὶμ πέταται, καὶ πέταται ἐπὶ πτερύγων ἀνέμων. Ἀνάβασιν δὲ καὶ κατάβασιν δεῖ νοεῖν τὰς διαφόρους αὐτοῦ οἰκονομίας· ἐπεὶ ὁ Θεὸς παντὶ καὶ πανταγοῦ παρέστιν.