Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ὡς ἀγαθὸς ὁ Θεὸς (72) σαλεύεται, ἴα μηκέτι ἡ γῆ αὐτοῦ καταφρονῇ, ἀλλʼ ὡς πατέρα φοβῆται αὐτόν· καὶ ἵνα μηκέτι ἀκίνητα ᾖ τὰ πᾶν ὀρέων θεμέλια, ἄλλʼ ἐν ταραχῇ. Καὶ ὡς ἀγαθὸς ὁ Θεὸς καῖον πῦρ καταναλίσκον, πρῶτον ἀναβαῖνον ἀπολύει καπνὸν, εἶτα ἀνάπτει ἄνθρακας, εἶτα καταβαίνει κλίνας οὐρανὸν, καὶ μετὰ τοῦτο δείκνυσι τὸν ὑπὸ τοὺς πόδας αὐτοῦ γνόφον. Εἶτα ἐπιβὰς τῶν χερουβὶμ πέταται, καὶ πέταται ἐπὶ πτερύγων ἀνέμων. Ἀνάβασιν δὲ καὶ κατάβασιν δεῖ νοεῖν τὰς διαφόρους αὐτοῦ οἰκονομίας· ἐπεὶ ὁ Θεὸς παντὶ καὶ πανταγοῦ παρέστιν.