Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ τῆς φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ, κ. τ. ἑ. Ἐν μέσαις ταῖς θλίψεσι (68) καὶ ἀκμαζούσαις αὐταῖς, ἐπικλητέον τὸν Κύριον, καὶ κρακτέον πρὸς Θεόν. Οὕτω γὰρ ἡμῶν ἐπακούσεται ἐκ τοῦ ναοῦ αὐτοῦ λόγων· καὶ ἀπὸ τοιαύτης διαθέσεως ἡμῶν ἡ εὐχὴ μετὰ παῤῥησίας εἰσελεύσεται, ὡς εἰς οἰκεῖοντόπον, τὰ λεγόμενα ὦτα αὐτοῦ. Μήποτε δὲ καὶ ὁπλιζόμεθα κατὰ τῶν ἐχθρῶν ἐν αὐτῷ τῷ αἰνεῖν καὶ ἐπικαλεῖσθαι Κύριον.