Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ὥσπερ Ἰὼβ (54) τὴν πλήξασαν αὐτὸν δύναμιν χεῖρα λέγει Θεοῦ· « Μή με στροβείτω » γὰρ, φησὶν, « ἡ χείρ σου· » οὕτω καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ, ῥομφαίαν ὁ Δαυῒδ καλεῖ τοῦ Θεοῦ. Εὐεργετικὴ δὲ χεὶρ οἱ ἅγιοι ἄγγελοι, διʼ ὧν ὁ Θεὸς προνοεῖται τοῦ κόσμου, οἶς ἀντίκεινται δαίμονες, οἱ μὴ βουλόμενοι πάντα ἄνθρωπον εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Χεὶρ Θεοῦ ὁ μονογενὴς Υἱός· ῥομφαία δὲ ἡ ἰσχὺς, ἡ δύναμις. ἡ ἐξουσία. Ἑκάστη ψυχὴ δικαία ἕλκουσα τοὺς ἁμαρτωλοὺς ἐξ ἀσεβείας εἰς θεοσέβειαν, ῥομφαία ἐστὶ Θεοῦ ἠκονημένη κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ταύτην οὖν τὴν ῥομφαίαν σου ῥῦσαι ἀπὸ ἐχθρῶν σου τῶν ἀνθισταμένων τῇ εἰς τὸν Μονογενῆ πίστει.

[*](57 Eccle. x, 4. 58 Ephes. iv, 27. 59 Job. ix, 34.)[*]((49) Ἔνδον ὄντας. etc. Codex Roe.)[*]((50) Τοῦτον κυκλοῦσιν οἱ δαίμονες, etc. Codex Coislin., 10)[*]((51) Ἐν ἀποκρύφοις, etc. Codex Roe.)
1224