Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Τοῦτον κυκλοῦσιν οἱ δαίμονες (50) ὃν ἐκβάλλουσι τῆς ἀρετῆς διὸ καλῶς λέγεται τό· « Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς· » καὶ τό· « Μὴ δῶτε τόπον τῷ πονηρῷ· » ὦσεὶ ἔλεγεν· Ἐὰν πνεῦμα πορνείας ἀναβῇ ἐπὶ σὲ, σωφροσύνην σου μὴ ἀφῇς· καὶ πνεῦμα μίσους ἀναβῇ ἐπὶ σὲ, ἀγάπην σου μὴ ἀφῇς. Πλὴν προσεκτέον πότερον ὁ ἀπὸ πασῶν τῶν ἀρετῶν ἐκπεσὼν κυκλοῦται, ἢ ἀπὸ πολλῶν, ἢ ἀπὸ μιᾶς. Καὶ ἐὰν μὲν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι ὥσπερ καὶ ἀρεταὶ, ὁ ἀπὸ μιᾶς ἐκπεσὼν ἀρετῆς κυκλοῦται· ἐὰν δὲ μὴ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι, οὐχ ὁ ἀπὸ μιᾶς ἐκβληθεὶς ἀρετῆς κυκλοῦται, ἀλλʼ ὁ ἀπὸ πασῶν. Ἤ τάχα ἧστινός τις ἀρετῆς ἐκπίπτει, ὑπὸ τῆς ἀντικειμένης ταύτῃ κακίας κυκλοῦται.