Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ελσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου. ἐνώτισαι τὴν προσευχήν [*](48 Rom. X, 10. 49 Psal. III, 4. 50 II Cor. III, 17. 51 Job. X, 11. 52 Act. II, 27. 53 Isa. LXIII, 1.) [*]((36) Exstat hoc fragmentum in Apologia Pataphili martyris pro Origene.)

1217
μου οὐκ ἐν χείλεσι δολίοις, κ. τ. ἑ. Πᾶσ ὁ δίκαιος (37) δοῦλος δικαιοσύνης ἐστίν· ὁ δὲ Θεὸς μόνος δίκαιος Δεσπότης δικαιοσύνης. Ὁ Δαυΐδ οὖν, συνειδὼς ἑαυτὸν καθαρεύειν ἀπὸ παντὸς δόλου, μετὰ τῆς πρὸς Θεὸν παῤῥησίας ταῦτα λέγει εὐχόμενος.

Ἐκ προσώπου σου τὸ κρῖμα μου ἐξέλθοι, κ. τ. ἑ. Εἰ πᾶσαν τὴν κρίσιν (38) δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἐκ προσώπου δὲ αὐτοῦ τὸ κρῖμα ἐξέρχεται, ἐκ τοῦ Υἱοῦ ἄρα· εἰκὼν γάρ ἐστι τοῦ Πατρὸς ὁ Χριστός. Τοὺ αὐτοῦ. « Ἐπείπερ ὁ πιστεύων (39) εἰς ἐμὲ, » φησὶν ὁ Κύριος, « οὐ κρίνεται, » τοῦ πιστεύοντος τὸ κρῖμα ὲξέρχεται ἐκ προσώπου τοῦ Θεοῦ.

Οἱ ὀφθαλμοί μου ἱδέτωσαν εὐθύτητας, κ. τ. ἑ. Περὶ τῆς ἀποκαταστάσεως (40) τοῦ παντὸς εὔχεται, ἴνα μηκέτι ᾖ σκολιότης, πλαγίως τοῖς ἁαμαρτάνουσι πορευομένου τοῦ Θεοῦ.

Ἐδοκίμασας τήν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων· διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὀδοὺς σκληρὰς, κ. τ. ἑ. Σημειωτέον (41) τὸ, « ἐπεσκέψω, » οὐκ ἐπὶ κολάσεων κείμενον. Πάλιν ἰστέον, ὅτι ἐναντίως ὁ διάβολος πυροῖ τῷ Θεῷ. Θεὸς δὲ πυρῶν, ἤτοι τὴν προϋπάρχουσαν εὑρίσκει ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. « Τὰ ἔργα τῶν ἀνθρώπων » ἀντὶ τοῦ « περὶ τῶν ἕργων τῶν ἀνθρώπων. » Ἤ ἔργα τῶν ἀνθρώπων εἰσὶν οἱ μὴ θεῖοι λόγοι, οὓς ἄνθρωποι ταῖς ἰδίαις ἐπι νοίαιςεἰργάσαντο.

Tοῦ αὐτοῦ. Νύκτα τὴν θλίψιν (42) λέγει, ἐν ᾗ σκοτίζεται ἡ ψυχή. Δοκιμάζεταί τις γενναίως ὑπομένων τὰ δυσχερῆ. Νύκτα δὲ ὠνόμασε τὰ δυσχερῆ διὰ τὸ ἐξ ἀθυμίας σκότος. Ἤ νυκτὸς ἐμνήσθη, ἐπειδὴ ἐν νυκτὶ καθεύδοντα ἑλὼν ὑποχείριον τὸν Σαοὺλ περιέσωσεν, οὐ μόνον αὐτὸς οὐκ ἀνελὼν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν βουλομένους κωλύσας.

Tοῦ αὐτοῦ. « Εἰσέλθετε διὰ τῆς στενῆς (43) πύλης καὶ τεθλιμμένης ὁδοῦ » τουτέστι τῆς πραττικῆς, ἥτις, εἰ καὶ νῦν ὀδύνης καὶ οὐ χαρᾶς, ἀλλʼ ὕστερον καρπῶν δικαιοσύνης γίνεται πρόξενος τοῖς διʼ αὐτῆς γεγυμνασμένοις.

Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός. Κλῖνον τὸ σὖς σου ἐμοῖ, καὶ εἰσάκουσον τῶν ῥημάτων μου. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ, κ. τ. ἑ. Ὡσπερ ἐπακουσθέντες (44) πρὶν εὔξασθαι εὐχόμενοι κεκράγαμεν. Ἤ εἰ καλὸν τὸ κεκραγέναι μὴ μικρὰ καὶ εὐκαταφρόνητα λέγειν, ἀλλὰ μεγάλα εὐξάμενοι καὶ ἐπιτυχόντες, κεκράγαμεν ὅτε οὕτω κεκράγαμεν. Πολλοὶ δὲ ἕλεοι γίνονται Θεοῦ, διὰ τὸ ἀκολουθίᾳ τινὶ ἀνθρωπίνῃ συμβαίνειν, οὐ θαυμαστούμενοι ὑπὸ τοῦ ποιοῦντος αὐτούς. [*](54 Joan. III, 18. 55 Matth. VII. 13.) [*]((37) Πᾶς ὁ δίκαιος, ete. Corderius, et schedæ Grabii.) [*]((38) Εἰ πᾶσαν τὴν κρίσιν, etc. Schedæ Grabii Origeni tribuunt, Corderius Eusebio.) [*]((39) Ἐπείπερ ὁ πιστεύων, etc. Codex Roe.) [*]((40) Περὶ τῆς ἀποκαταστάσεως, etc. Codex Rue.)

1220
Ὀλίγοι δέ εἰσιν οἱ θαυμαστούμενοι. ὅτε ἐκ τοῦ παραδόξου καὶ τεραστίως γίνονται· οἷον ἔστωσαν οἱ ἐλεούμενοι, οἱ πυρετῶν καὶ λέπρας ἐλευθερούμενοι. Οὗτοι δὲ εἰ μὲν ὁδῷ ἰατρικῆς θεραπεύοιντο, ἐλεήθησαν μὲν ὑπὸ Θεοῦ, οὐ μὲν θαυμαστοῦντος τοὺς ὲλέους ἑαυτοῦ αὐτοῖς· εἰ δὲ μεθʼ ἁφῆς Ἰησοῦ ἐπιτιμῶντὸς τῷ πυρετῷ (ὡς παραχρῆμα δύνασθαι ἀποδιδόναι ὑγιαινόντων καὶ εὐεκτούντων ἐνεργείας), ἢ ἁπτομένου καὶ λέγοντος· « Θέλω, καθαρίσθητι, » ἀπαλλάττοιντο τῆς λέπρας, ὡς θαυμαστοῦντος τοῦ Θεοῦ τοὺς ἑαυτοῦ ἐλέους ἐπὶ τοὺς τοιούτους.

Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξὸν με ὡς κόρην ὀφθαλμοῦ, κ. τ. ἑ. Ὁ ἀνθεστηκὼς(45) Χριστῷ, ἀνθέστηκε τῇ δεξιᾷ τοῦ Θεοῦ. Εἰ δέ ἐστι καλῶς ἀριστερᾷ ἀνθεστηκέναι ζητήσεις. Ὁ δὲ διορατικώτατος, ὡς κόρη ὢν ὀφθαλμοῦ τοῦ ἐν τῷ ὅλῳ Χριστοῦ σώματι, τοῦτο ἐρεῖ· οὗ ἅπτεσθαί ἐστι τῆς κόρης τοῦ ὀφθαλμοῦ ἅπτεσθαι. Ὁρῶν δέ τις τὸ πλῆθος τῶν ἀνθεστηκότων τῷ τῆς ψυχῆς ὀφθαλμῷ, προστρεχέιω τῷ Θεῷ, ἐκ τῶν πεμπομένων οἱονεὶ βελῶν καθάπερ ὅπλῳ τῇ θείᾳ σκέπῃ ῥυσθῆναι δεόμενος, ἵνα μὴ ταλαίπωρον αὐτὸν ἀπεργάσωνται. Ἐπεὶ δὲ δεξιὰ Κυρίου ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ἀνθίστανται δὲ ταύτῃ ἐχθροὶνοητοί τε καὶ ἀόρατοι, ἀφʼ ὦν ἀβλαβῆ διαμένειν αἰτεῖ τὸν ἴδιον νοῦν, ἀνδρὸς δὲ ἡ φωνὴ πεφωτισμένου τοὺς τῆς ψυχῆς ὀφθαλμούς.

Ἐν σκέπτῃ τῶν πτερύγων σου σκεπάσεις με, ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάυτων μὲ, κ. τ. ἑ. Ὁ δίκαιος ἀπὸ τῶν (46) ἀσεβῶν ταλαιπωρίζεται καὶ ταλανίζεται, ἔσθʼ ὅτε καὶ ὡς ἀνόητος ἐλεούμενος· ἀλλὰ τότε ἐν τῇ σκέπῃ τῶν πτερύγων τοῦ Θεοῦ ὁ ἄξιος σκεπάζεται, ἵνα μὴ σεισθῇ ἀπὸ τοῦ ταλανίζεσθαι.

Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον. Τὸ στέαρ αὐτῶν συνέκλεισαν· τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν, κ. τ. ἑ. Ὄταν αἰσθανώμεθα (47) διαλογισμῶν χειρόνων περιεχόντων τὴν ψυχὴν ἡμῶν, τότε λέγομεν· « Οἱ ἐχθροί μου τὴν ψυχή μου περιέσχον· » ἐὰν δὲ παχύνωσιν ἡμῶν τὸ διανοητικὸν, « τὸ στέαρ αὐτῶν συνέκλεισαν. » Πολιορκίαν δὲ ἐμφαίνει καὶ τῶν ἐχθρῶν τὴν ὡμότητα, συγκλεισάντων τὸ στέαρ αὐτῶν διὰ τὴν πρὸς τὴν ὕλην προσπάθειαν. Ὅλοι γὰρ διʼ ὅλου σάρκινοι τυγχάνουσι.

Τοῦ αὐτοῦ. Στέαρ μὲν νοητὸν (48) ἡ ἐκ τῆς κακίας ἐπισυμβαίνουσα τῷ ἡγεμονικῷ παχύτης. Στέαρ δοκεῖ μοι λέγειν τὴν εὔνοιαν καὶ φιλαδελφίαν· καί φησιν, ὅτι πᾶσαν φυσικὴν ἀπέκλεισαν εὐσπλαγχνίαν, οὐδεμίαν χώραν τῆς φιλαδελφίας λογισμοῖς δεδωκότες. Τινὲς μέντοι τὸ στέαρ εὐημερίαν καὶ εὐεξίαν ὡνόμασαν.

Ἐκβαλόντες με νυνὶ περιεκύκλωσὰν με, τοὺς ὀφθαλμοὺς αὐτῶν· ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ, κ. τ. ἑ. [*](Coislinianus, num. 189; alter vero num. 10, Eusebio tribuit.) [*]((48) Στέαρ μέν νοητόν, etc. Codex Coislinianus Theodoreto tribuit, alii Origeni.)

1221
Ἔνδον ὄντας (49) οὐ περικυκλοῦσιν οἱ ἐχθροὶ, οὐ γὰρ δύνανται, ἀλλʼ ὅταν ἔσωθεν ἐκβάλωσιν. Καὶ ἔθεντο, φησὶν, ἑαυτῶν τοὺς ὀφθαλμοὺς εἰς τὸ ἐμὲ ἐκκλῖναι ἀπʼ οὐρανοῦ ἐν τῇ γῇ, τουτέστιν ἐν τῇ ὕλῃ. Ἐπὶ βλάβῃ δὲ περικυκλοῦσιν ἀπολέσαι οἱ ζητοῦντες τὸ πρὸς γῆν ὁρᾷν καὶ σκοπεῖν μόνα τὰ πρόσκαιρα, ἐκκλίνουσι δὲ παρανομοῦντες τὴν εὐθεῖαν ὁδὸν καὶ μὴ βουλόμενοι.

Τοῦ αὐτοῦ. Τοῦτον κυκλοῦσιν οἱ δαίμονες (50) ὃν ἐκβάλλουσι τῆς ἀρετῆς διὸ καλῶς λέγεται τό· « Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς· » καὶ τό· « Μὴ δῶτε τόπον τῷ πονηρῷ· » ὦσεὶ ἔλεγεν· Ἐὰν πνεῦμα πορνείας ἀναβῇ ἐπὶ σὲ, σωφροσύνην σου μὴ ἀφῇς· καὶ πνεῦμα μίσους ἀναβῇ ἐπὶ σὲ, ἀγάπην σου μὴ ἀφῇς. Πλὴν προσεκτέον πότερον ὁ ἀπὸ πασῶν τῶν ἀρετῶν ἐκπεσὼν κυκλοῦται, ἢ ἀπὸ πολλῶν, ἢ ἀπὸ μιᾶς. Καὶ ἐὰν μὲν ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι ὥσπερ καὶ ἀρεταὶ, ὁ ἀπὸ μιᾶς ἐκπεσὼν ἀρετῆς κυκλοῦται· ἐὰν δὲ μὴ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ κακίαι, οὐχ ὁ ἀπὸ μιᾶς ἐκβληθεὶς ἀρετῆς κυκλοῦται, ἀλλʼ ὁ ἀπὸ πασῶν. Ἤ τάχα ἧστινός τις ἀρετῆς ἐκπίπτει, ὑπὸ τῆς ἀντικειμένης ταύτῃ κακίας κυκλοῦται.

Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις, κ. τ. ἑ. Ἐν ἀποκρύφοις (51) γὰρ καὶ ἀπροοράτοις ἡμῖν ποιοῦνται τὰς καθʼ ἡμῶν ἐνέδρας ὡς σκύμνος οἱ ἐχθροί.

Τοῦ αὐτοῦ. Διὰ τοῦ ἀκαθάρτου (52) λογισμοῦ ὑπολαμβάνει τὸν νοῦν ἡμῶν ὁ ἀντικείμενος ἡμπιν λέων. Τὸ λογικὸν τῆς φύσεως ἀποῤῥίψαντες θηρία μιμοῦνται τροφῆς ἐφιέμενα, καὶ ταύτην περισκοποῦντα καὶ ἐξαπίνης ὁρμῶντα.

Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλσόν αὐτοὺς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χερός σου, κ. τ. ἑ. Τὴν ῥομφαίαν (53) τοῦ Θεοῦ ἔσθʼ ὅτε οἱ ἐχθροὶ τῆς χειρὸς αὐτοῦ ἀναλαμβάνουσι καθʼ ἡμῶν. Ταύτην οὖν ῥυσθῆναι καὶ ἀρθῆναι ἀπὸ τῶν ἐχθρῶν εὔχεται τῷ Θεῷ.

Τοῦ αὐτοῦ. Ὥσπερ Ἰὼβ (54) τὴν πλήξασαν αὐτὸν δύναμιν χεῖρα λέγει Θεοῦ· « Μή με στροβείτω » γὰρ, φησὶν, « ἡ χείρ σου· » οὕτω καὶ τοὺς ἐχθροὺς τῆς εὐεργετικῆς χειρὸς τοῦ Θεοῦ, ῥομφαίαν ὁ Δαυῒδ καλεῖ τοῦ Θεοῦ. Εὐεργετικὴ δὲ χεὶρ οἱ ἅγιοι ἄγγελοι, διʼ ὧν ὁ Θεὸς προνοεῖται τοῦ κόσμου, οἶς ἀντίκεινται δαίμονες, οἱ μὴ βουλόμενοι πάντα ἄνθρωπον εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Χεὶρ Θεοῦ ὁ μονογενὴς Υἱός· ῥομφαία δὲ ἡ ἰσχὺς, ἡ δύναμις. ἡ ἐξουσία. Ἑκάστη ψυχὴ δικαία ἕλκουσα τοὺς ἁμαρτωλοὺς ἐξ ἀσεβείας εἰς θεοσέβειαν, ῥομφαία ἐστὶ Θεοῦ ἠκονημένη κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ταύτην οὖν τὴν ῥομφαίαν σου ῥῦσαι ἀπὸ ἐχθρῶν σου τῶν ἀνθισταμένων τῇ εἰς τὸν Μονογενῆ πίστει.

[*](57 Eccle. x, 4. 58 Ephes. iv, 27. 59 Job. ix, 34.)[*]((49) Ἔνδον ὄντας. etc. Codex Roe.)[*]((50) Τοῦτον κυκλοῦσιν οἱ δαίμονες, etc. Codex Coislin., 10)[*]((51) Ἐν ἀποκρύφοις, etc. Codex Roe.)
1224

Κάμε, ἀπὸ ὀλλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, κ. τ. ἑ. Διαμέρισον, ἵνα μὴ (55) ὁμονοῶσι. « Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. » Ὅταν οἱ ἐχθροὶ τοῦ Εὐσγγελίου φιλοσοφοῦντες μεγάλα καὶ ἐπιτετευγμένα λέγωσι δόγματά ποτε, ἐρεῖς τῷ Θεῷ· « Τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, » ἅτινα τάχα ἀναφέρουσιν, ἐπεὶ ᾕδεισαν αὐτά· καὶ τοὺς τύπους αὐτῶν ἀμαυροὺς ἔχοντες, ταῖς ἀσκήσεσι καὶ ζητήσεσιν ἐλάμπρυναν. Ἕτερος δέ φησιν· « Ἡ μερὶς αὐτῶν ἐν τοῖς ζῶσιν. » Ἡ γὰρ πᾶσα κληρονομία τῶν ἐχθρῶν τοῦ Θεοῦ ἐν τῇ παρούσῃ ζωῇ, ἐν ᾗ καὶ ἐπλήσθησαν πάσης τρυφῆς.

Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν, κ. τ. ἑ. Τῶν ἰδίων γεννημάτων (56) ἐχορτάσθησαν, ὧν λείψανα τοῖς ἑαυτῶν νηπίοις καταλελοίπασι. Τοῦτο γὰρ καὶ ἐν ἀραῖς Λευῖτικοῦ πρόσκειται· « Φάγεσθε τὰς σάρκας τῶν υἱῶν μῶν. »

Τοῦ αὐτοῦ. Υἱῶν ἀντὶ τοῦ (57), ἀκαθαρσίας. Θὐ μόνον δὲ αὐτοὶ γεγόνασιν ἀκάθαρτοι, ἀλλὰ καὶ τοῖς τέκνοις αὐτῶν τῆς ἀκαθαρσίας μετέδωκαν. Οὐ γὰρ τελείων τὸ ἀκάθαρτα τῶν καθαρῶν προκρίνειν.