Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ, κ. τ. ἑ. Ὅπου στερέωμα (37) πίστεως καὶ οἰκοδομῆς ὁμοίας τῇ ἐπὶ πέτραν ὑπὸ ἀνδρὸς φρονίμου οἰκοδομηθείσῃ, καὶ Χριστὸς ἡ τοῦ Θεοῦ δύναμις, ἐκεῖ ὡς ἐν στερεώματι δυνάμεως Θεοῦ αἰνείσθω ὁ Θεός. Καὶ ἕστω ταῦτα ἐν τῷ λέγοντι καὶ ἐν τῷ ἀκούοντι.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, κ. τ. ἑ. Ὡς ἐν παντὶ (38) τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλογεῖ ἡ ψυχὴ τοῦ δικαίου τὸν Θεόν· οὕτως καὶ αἰνετέον αὐτὸν καὶ ἐφʼ αἷς ἔστησε καὶ ἔταξε δυναστείαις, ἃς νοείτωσαν, ἵνα καὶ μετέχωσιν αὐτῶν ὁ λέγων καὶ ἀκούων. Ἄῤῥητα γὰρ τὰ διὰ τῶν ἁγίων αὐτοῦ διηνεκῶς κατορθούμενα.

Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ, κ. τ. ἑ. Νοηθείσης ἑκάστης (39) μεγαλωσύνης τοῦ Θεοῦ, καὶ ἕκαστον τῶν κτισμάτων νοηθήσεται, καὶ τὸ πλῆθος τῆς μεγαλωσύνης, ἧς ἑκάστης οὐκ ἔστι πέρας.

Αἰνεῖτε αὐτὸν ἐν ἥχῳ σάλπιγγος, κ. τ. ἑ. Κατὰ τὸν (40) πνευματικὸν περὶ σαλπίγγων κατασκευῆς ἐν Ἀριθμοῖς λόγον κατασκευαστέον σάλπιγγα, ἵνα ἐν ἤχῳ αὐτῆς αἰνέσωμεν τὸν Θεόν. Τοιαῦται δὲ, οἷμαι, σάλπιγγες δηλοῦνται καὶ ἐν τῷ· « Σαλπίσει γὰρ. καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι· » καὶ ἐν τῷ· « Ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι τοῦ Θεοῦ καταβήσεται ἀπʼ οὐρανοῦ. » Ἔστι δὲ καὶ ἑορτὴ νεομηνία ἑβδόμου μηνὸς μνημόσυνον σαλπίγγων· καθʼ ὂ λέγεται· « Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν.

Τοῦ αὐτοῦ. Σάλπιγξ ἐστὶ (41) νοῦς θεωρητικὸς, ἢ νοῦς διδασκαλίαν πνευματικὴν πεπιστευμένος.

Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ, αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμμσῦ, κ. τ. ἑ. Κιθάρα ἐστὶ (42) ψυχὴ πρακτικὴ ὑπὸ τῶν ἐντολῶν τοῦ Χριστοῦ κινουμένη. Τύμπανόν ἐστι νέκρωσις τοῦ ἐπιθυμητικοῦ διʼ αὐτὸ τὸ καλόν. Χορὸς δέ ἐστι συμφωνία ψυχῶν λογικῶν τὸ αὐτὸ λεγουσῶν καὶ μὴ ἐχουσῶν σχίσματα. Χορδαί εἰσι συμφώνησις ἀνταναιρεθείσης φωνῆς ἀρετῶν καὶ ὀργάνων. Ὄργανόν ἐστιν Ἐκκλησία Θεοῦ, ἀπὸ θεωρητικῶν καὶ πραγματικῶν συνεστῶσα ψυχῶν. Κύμβαλόν ἐστιν εὔηχον ψυχὴ πρακτικὴ τῷ πόθῳ προσηλωμένη τοῦ Χριστοῦ. Κύμβαλόν ἐστιν ἀλαλαγμοῦ νοῦς καθαρὸς παρὰ τῆς τοῦ Χριστοῦ ἐμπνεόμενος σωτηρίας.

Τοῦ αὐτοῦ. Χορδαὶ πλείους (43) ἀρμονίως συντεθειμέναι, καὶ μουσικῶς ἑκάστη ἐν οἰκείᾳ χώρᾳ τεταγμένη, αἱ πολλαί εἰσιν ἑντολαὶ καὶ τὰ περὶ πλειόνων δόγματα, οὐδεμίαν ἕχοντα πρὸς ἄλληλα διαφεωνἰαν. [*](59 I. Cor. xv, 52. 60 I Thess. iv, 15 61 Psal. lxxx, 4.) [*]((41) Σάλπιγξ έστί, etc. Schedæ Grabii.) [*]((42) Κιθάρα ἐστί, etc. Eædem.) [*]((43) Χορδαὶ πλείους, etc. Catena Corderii.)

1685
Ὅργανον δὲ τούτων πάντων περιεκτικὸν ἡ τοῦ σοφοῦ ἐν Χριστῷ ψυχή.