Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤ λπισα. Εἶπα τῷ Κυρίῳ Κύρι ύςμου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις, κ. τ. ἑ. Ὡς πολεμίων (26) ἐπικειμένων λέγει· « Φύλαξόν με. » Ἰησοῦς δὲ ἐν τῷ προφήτῃ λέγει· Ὁ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων καὶ ἐπὶ μηδενὶ ἄλλῳ, φυλάσσεται ὑπʼ αὐτοῦ. Οὐδεὶς δὲ ἁμαρτάνων δύναται ἐπαληθεῦσαι τῇ φωνῇ. Δοῦλος γὰρ ὤν ἧς ποιεῖ ἁμαρτίας, οὐ δύναται δουλεύειν Θεῷ. Ὅ δὲ τῷ πραττικῷ καὶ θεωρητῷ βίῳ στήσας στήλην βοᾷ· « Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ· » καὶ ἐκ τῶν σῶν δομάτων προσάγω σοι δῶρα, οὐχ ὡς ἐνδεεῖ. Οὐδεὶς γὰρ τῶν αἱρετικῶν τοῦτο λέγων ἀληθεύσει. Οὐ μόνον δὲ ἐπὶ τῶν αἰσθητῶς προσαγομένων, ἀλλὰ καὶ πνευματικῶς, προσενεκτέα ἡ φωνή. Κἅν γὰρ ἀρετὰς ἱερουργῶμεν· κἂν τὰ ἑαυτῶν σώματα διὰ παντελοῦς σωφροσύνης, ἴσμεν, ὅτι δέχεται τοῦτο ὁ Θεὸς οὐκ εἰς ἰδίαν ὠφέλειαν, ἀλλʼ ὅπως ἡμῖν δῷ τὰ ἐξ οὐρανοῦ ἀγαθὰ αἰτοῦσιν αὐτά.

Τοῦ αὐτοῦ. Εἰ ἀγαθὰ πᾶσαι ἀρεταὶ (27), χρήζει δὲ ἡ γνῶσις τῶν ἀρετῶν, πάντων ἅρα χρῄζει τῶν ἀγαθῶν ἡ γνῶσις. Καὶ μήποτε ἀγαθὰ εἵρηται τὰ μέσα, ὧν ἡ δικαία χρῆσις ἡμᾶς ἀγαθοὺς καὶ οὐ τὸν Θεὸν ἐργάζεται. « Εἰ γὰρ « τὰ ἀγαθὰ, » φησὶν Ἰὼβ, « ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἐνταῦθα γὰρ ἀγαθὰ τὰ ὑπάρχοντα ὠνόμασεν, ἅπερ παρὰ τὴν χρῆσιν τὴν καλὴν γίνεται ἀγαθά.

Τοῖς ἀγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν, κ. τ. ἑ. Ὁ ἁμαρτωλὸς (28) ἔξω τῆς γῆς ἐστι τοῦ [*](42 Job. II, 10.) [*]((24) Ὁ κατὰ τόν, etc. Codex Anglicanus.) [*]((25) Ὡς καὶ οἱ διάκονοι, etc. Codex Coislinianus.) [*]((26) Ὡς πολεμίων, etc. Corderius, et codex Coislinianus.) [*]((27) Εἰ ἀγαθὰ πᾶσαι ἀρετὶ, etc. Schedæ Grabii.)

1212
Θεοῦ, ᾧ οὐκ ἕδειξεν τὰ θαυμάσια. Ὁ Χριστὸς δὲ περὶ τῶν κατʼ αὐτὸν μεμορφωμένων τελείων ἐρεῖ· Πάντα τὰ θελήματά μου ἐν αὐτοῖς. Καὶ ἐπληθύνθησαν μὲν αἱ ἀσθένειαι τῶν ἀπὸ τῶν ἐθνῶν· ἐτάχυναν δὲ τῇ μετανοίᾳ μεταβάλλοντες. Ζητήσεις δὲ εἰ οὗτοι κατά τινα ἐκδοχὴν ἅγιοί ποτε ἦσαν ἐν τῇ γῇ τοῦ Θεοῦ οἰκοῦντες, πρὶν πληθυνθῆναι τὰς ἀνομίας αὐτῶν· ἧ τινες αὐτῶν ὁ Ἰσραήλ εἰσιν, ἐν οἷς ἦν ποτε τὰ θελήματα τοῦ Θεοῦ· ἢ οὕτως ἐν οὐρανῷ οἱ ἅγιοι τὸ πολίτευμα ἔχοντες ἐπὶ τῆς γῆς αὐτοῦ διατρίβουσιν, κἃν ἕτι ὦσιν ἐν ταύτῃ τῇ γῇ. Θελήματα δὲ Θεοῦ αἰ κατʼ εἶδος ἀρεταὶ, ὡς ἐν τῷ· « Εὗρον Δαυΐδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὅς ποιήσει πάντα τὰ θελήματά μου. » Ταῦτα θαυμαστοῖ ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ τῶν λοιπῶν ἀνθρώπων ἅμεινον ἀσκοῦσι τὰς ἀρετάς· ἀσυγκρίτως γὰρ ὑπερέσχον κατὰ μὲν ἀνδρείαν ἀπόστολοί τε, προφῆται καὶ μάρτυρες, κατὰ δὲ σωφροσύνην Ἰωσὴφ καὶ Σωσάννα, καὶ κατὰ τὰς ἑτέρας ὁμοίως. Οὕτω δέ τις θαυμαστωθεὶς αἰσχύνεται τῆς ἰδίας ἀσθενείας, πολὺ τῆς θείας ἰσχύος ἀπολειπόμενος. Αἱ δὲ ἀσθένειαι, μέχρι τοῦ ἐννοῆσαι μόνον αὐτὰς παραμένουσαι, ταχέως ἀπίασι διὰ τὸ ἐνδυναμοῦσθαι τοὺς ἁγίους ὑπὸ Χριστοῦ λέγοντας· « Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. »

Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων· οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου, κ. τ. ἑ. Ἄντικρυς μείζονος (29) παρὰ τοὺς πολλοὺς αἱ φωναὶ, καὶ οὐκ ἄλλου ἥ Χριστοῦ· οὗτος γὰρ συνάγων οὐ συνάγει ἐξ αἱμάτων συναγωγὰς, οὐδὲ μέμνηται ὀνομάτων ἔτι ἐξ αὶμάτων. Ἤ οὕτως· Οὐχ ὡς Ἔλληνες καὶ οἱ Ἰουδαῖοι, κἀγὼ σπείσω τὰς σπονδὰς ἐξ αἱμάτων. Οὕτω γὰρ ἕτερος ἡρμήνευσεν· « Οὐ σπείσω τὰς σπονδὰς αὐτῶν ἐξ αἱμάτων, » ἀλλὰ παραδώσω καινὰ μυστήρια πᾶσι καὶ θυσίαν ἀναίμακτον· ἀλλʼ οὐδὲ μνησθήσομαι τῶν παλαιῶν ὀνομάτων αὐτῶν· ἐλέγοντο γὰρ βέβηλοι καὶ εἰδωλοθύται· ἀλλὰ δώσω αὐτοῖς ἀκούειν οἱ εὐσεβεῖς καὶ ἅγιοι. Ἤ καὶ οὕτως· Οὐ καθάπαξ λέγει μὴ συνάξειν τὰς συναγωγὰς αὐτῶν, ἀλλ᾿ ἐξ αἱμάτων.οὐδὲ μὴ μνησθῆναι τῶν ὀνομάτων αὐτῶν ἀπολελυμένως. ἀλλʼ ἥ« διὰ χειλέων.» Μήποτʼ οδν ἐπεί εἰσί τινες συνἀγοντες συναγωγὰς ἐξ αἱμάτων ἐκχέοντες αὐτὰ διὰ τοῦ βλάπτειν τοὺς συναγομένους, αὐτὸς ὠφελῶν, μᾶλλον δὲ ζωοποιῶν τοὺς προκαλουμένους, οὐκ ἐξ αἱμάτων, ἀλλʼ ἐκ τῆς ἀθανασίας συνάγει αὐτοὺς, τῶν προσηγοριῶν αὐτῶν μεμνημένος οὐκ ἐξ ἐπιπολῆς, ἀλλʼ ἐκ διαθέσεως βάθος ἐχούσης, καὶ οὐ προφορᾷ. ἀλλὰ βαθείᾳ νοήσει. Ἥ· Εἰ καὶ πολλοὶ ἀπεκτάνθησαν ἅγιοι, ἀλλὰ οὐκ ἐν τούτων τοῖς αἵμασιν αἱ συναγωγαὶ, ἀλλὰ τῷ ἐνὶ Χριστοῦ τοῦ ἀμνοῦ.

Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ κοτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν· τὴν κληρονομίαν [*](γει, ete. Didymo tribuit Barbarus, at Corderius Origenis quoque nomine nonnulla ex his inscripsit.)

1213
μου ἐμοὶ, κ. τ. ἑ. Κληρονομία φύσεως (30) λογικῆς ἐστιν ἡ θεωρία τῶν γεγονότων καὶ τῶν γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἡ γνῶσις τοῦ Θεοῦ. Ὡς ἀρχιερεὺς ταῦτά φησιν ὁ Χριστὸς, οὗ μερὶς Κύριος. Εἰ μερὶς ποτηρίου Κύριος, ἢ οὗτινος ὁ Κύριος, Χριστοῦ μερὶς μὲν τῆς κληρονομίας ὁ Πατὴρ, ἡ μείνασα αὐτῷ· λοιπὸν δὲ τῆς κληρονομίας ὁ ἀποκαθιστάμενος αὐτῷ λαὸς ἀπὸ τοῦ Θεοῦ. Δύναται δὲ περὶ τοῦ Πατρὸς ἀμφότερα λέγεσθαι, καὶ τὸ εἶναι αὐτὸν ἀποκαθιστάντα κληρονομίαν ἑαυτῷ μετὰ τὴν κένωσιν. Ἤ· ῾ Υπερβὰς διαθέσει τὸν κόσμον, τίνα σχῇς μερίδα πλὴν τοῦ Κυρίου; Τοῦ γὰρ πᾶσιν ἀποτασσομένου τὸ λέγειν· « Μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα. » Γίνεται δὲ καὶ ἅρτος ὁ Κύριος, παρέχων διδασκαλίαν, καὶ στηρίζων τοῦ ἐσθίοντος τὴν καρδίαν· ποτήριον δὲ κατὰ θεωρίαν τῆς ἀληθείας, παρέχον εὐφροσύνην τῆς γνώσεως τῷ διὰ συγκαταθέσεως πίνοντι. Χορηγεῖ δὲ τοῦτο ἄμπελος ἡ ἀληθινὴ, ὡς τὸν πιόντα λέγειν χαριστηρίως· « Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. »

Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς καλλίστοις, καὶ γὰρ ἡ κληρονομία μου καλλίστη μοι ἐστὶν, κ. τ. ἑ. Εἰ τὸ σχοινίον (31) μέτρον ἐστὶ, πῶς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· « Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα· » καὶ τὸ, « Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου; » Ἤ τάχα τὸ μέτρον οὐ πρὸς αὐτὴν τὴν γνῶσιν ὀνομάζεται, ἀλλὰ παρὰ τὸν ὑποδεχόμενον, τῷ μὴ εἶναιαὐτὸν μείζονος δεκτικόν. Καὶ γὰρ ὁ ὑετὸς αὐτὸς μὲν ἄμετρός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις αὐτὸν ἀγγείοις. Ἐκληροδοτήθη δέ μοι, φησὶν, ὥσπερ ἐκ μέτρου γῆ ἧ καὶ ἀρκοῦμαι, καὶ διὰ τῶν καλλίστων μου, τοῦ τε Ἰησοῦ καὶ τοῦ Χάλεβ.

Τοῦ αὐτοῦ. Οὕτως ἐγενήθη (32) σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Εὐδοκῶν δὲ τῇ ἰδίᾳ κληρονομίᾳ, ὡς κρατίστη, ταῦτά φησι.

Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου, κ. τ. ἑ. Εὐλογεῖ τις τὸν Κύριον (33) φαντασίας ἐγγενομένης τῷ νῷ. Ἀπὸ προσώπου γὰρ αὐτοῦ γνῶσις καὶ σύνεσις. Οὕτω τὸν τὰς ἐντολὰς τηροῦντα συνετίζει ὁ Κύριος. Περὶ νεφρῶν δὲ λέγει, τῶν σὺν τῇ καρδίᾳ ὀνομαζομένων ἐν τῷ· « Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. » Οὗτοι, τελειωθέντες διὰ νοήσεως, παιδεύουσι τὸν ἐφιστάνοντα, φῶς παρέχοντες γνώσεως, μέχρι λυθῇ τῆς ἀγνοίας ἡ νύξ. Εἰ δὲ δηλοῖ καὶ τὰ βαθύτερα τῶν νοημάτων ἡ νὺξ, καθὸ λόγος εἴρηται σκοτεινὸς ὁ μυστικὸς, φανερὸν, ὅτι ἕως ταύτης παιδεύουσι τῆς νυκτὸς οἱ νεφροὶ, τὰ ἀπόκρυφα καὶ αἰνιγματώδη σαφηνίζοντες. Μετείληπται δὲ ἀπὸ τῶν νεφρῶν, ἐν οἷς γοναὶ καὶ σπερματικαὶ δυνάμεις συνίστανται, τοῖς γεννητικοῖς χορηγοῦσαι πόροις. Κὰν τῇ ψυχῇ τοίνυν ἐστὶ νοήματά τινα τοῖς σπέρμασιν ἀνάλογα, κατὰ τὰ ἔνδον γεννήματα ἐν ἀγαθαῖς [*](45 Joan. ΧΧXΙΙΙ, 34. ⁴⁶ Jocl. II, 28. 47 Psal. VII, 10.) [*]((30) Κληρονομία φύσεως, etc. Schedæ Grabii, partimque Barbarus, et Corderius.) [*]((31) Εἰ τὸ σχοινίον, etc. Schedæ Grabii, Barbarus Barba- rus.)

1216
πράξεσι καὶ θεωρίαις ἀληθιναῖς. Καὶ οἱ αἰσθητοὶ δὲ νεφροὶ παιδεύουσι τὸν ἄκραν ἔχοντα σωφροσύνην, ἕως καὶ τῆς νυκτὸς ἐπεχόμενοι σώφρονος λογισμοῦ τὰς σωματικὰς ἐκρεῖν γονάς.

Διὰ τοῦτο ηὺφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, κ. τ. ἑ. Ἀντὶ τοῦ, ὁ νοῦς μου (34). Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀντὶ τοῦ νοῦ τὴν καρδίαν λαμβάνειν, κατὰ τὸ, « Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. » Νοῦς δέ ἐστιν ὁ πιστεύων, ὅστις καὶ ῥήματα διακρίνει κατὰ τὸν Ἰώβ. Γλῶσσαν δὲ νῦν τὸ χάρισμα τοῦ ἁγίου Πνεύματος λέγει. « Δόξα » γάρ « μου, φησὶ, « καὶ ὑψῶν τὴν κεφαλήν μου » πρὸς τὸν Κύπιον. Ὁ δὲ « Κύριος τὸ πνεῦμά ἐστι » κατὰ τὸν Ἀπόστολον. Ηὐφράνθην, φησὶ, τῇ ἐλπίδι τῆς μετὰ τρίτην ἡμέραν ἀναστάσεως. Ἀγάλλεται γὰρ ἡ γλῶσσα ὡς ἔμψυχος καὶ χαίρεται λέγουσα, καὶ ἑτέρους ποιεῖ ἀγάλλεσθαι. « Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι. » Ἡ σάρξ μου, ἀντὶ τοῦ, ἡ ἐμψύχωσίς μου. Οὕτω καὶ Ἰώβ φησι· « Σάρκα με καὶ κρέας ἐνέδυσας. »

Οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, κ. τ. ἑ. Τοῦτο Πέτρος ἐν ταῖς Πράξεσι (35) τῶν ἀποστόλων εῖς Χριστὸν λαμβάνει. Φθορὰν ὁ Χριστὸς τῷ σώματι κατεδέξατο, καθὼς καὶ ὁ Μελῳδός φησι, φθορὰν θανάτου καταδεξάμενος. Διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον. Οὐ μὴν διαφθορὰν ἢ καταφθορὰν ὑπέστῃ. Ἔστι δὲ φθορὰ μὲν πληγαὶ καὶ τρώσεις, διαφθορὰ δὲ τὸ δῆσαι κατʼ αὐτὸν τὸ σῶμα διαῤῥυῆ ναί τε καὶ εἰς ἕκαστον τῶν στοιχείων ἐξ ὧν ἐστιν, ἀποπεμφθῆναι· καταφθορὰ δὲ τὸ παθεῖν φύσιν ὑπὸ φύσεως, ὡς ἔριον ὑπὸ σητὸς, σάρκα, σἴτον καὶ ξύλον ὑπὸ σκωλήκων.