Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἄσατε τῷ Κορίῳ ᾆσμα καινὸν, κ. τ. ἑ. Οὗτος ᾄδει (22) καινὸν ᾆσμα ὁ τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενος, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδυσάμενος τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα.

Ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων, κ. τ. ἑ. Ὡς « οὐχ ὡραῖος (23) αἶνος ἐν στόματι ἀμαρτωλοῦ· » οὕτως οὐδὲ ἐν Ἐκκλησίᾳ πονηρευομένων, ἀλλʼ ἐν Ἐκκλησίᾳ ὁσίων· καὶ ἐν ταύτῃ μᾶλλον ἢ ἐν ἐνὶ, ἢ ἐν ὀλίγοις.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν, κ. τ. ἑ. Ἐπεὶ περὶ μὲν (24) τοῦ κατʼ εἰκόνα τὸ « ἐποίησεν » εἴρηται, περὶ δὲ τοῦ ἀπὸ τοῦ χοῦ τὸ « ἔπλασε, » καὶ ἡ ἁγία εὐφροσύνη ἐν τῷ κατʼ εἰκόνα ἐστί· διὰ τοῦτο Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν προστάσσεται εὐφραίνεσθαι. Υἱῶν δὲ Σιὼν βασιλεύει Χριστὸς, τουτέστι σοφία, λόγος, ἀλήθεια, ἐφʼ ᾧ ἀγαλλιάσθωσαν.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῶ, κ. τ. ἑ. Ἐὰν οἱ πολλοὶ (25) ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ ὁμοθυμαδὸν μιᾷ ψυχῇ καὶ μιᾷ καρδίᾳ αἰνῶσι τὸ ὄνομα καὶ τὴν ἰδιότητα τοῦ βασιλέως, αἰνοῦσι τὸ ὅνομα αὐτοῦ ἐν χορῷ μετὰ συμφωνίας.

Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, κ. τ. ἑ. Οἱ μὲν νεκρώσαντες (26) τὰ ἐπὶ γῆς μέλη, καὶ ἀναγαγόντες ἐπὶ τὸ ξύλον τῷ Χριστῷ συσταυροῦσθαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐν τυμπάνῳ ψάλλουσι τῷ Θεῷ· οἱ δὲ ὁλόκληροι καὶ ἁρμόνιοι τῷ πνεύματι, ἐν ψαλτηρίῳ.

Ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρία, κ. τ. ἑ. Εὐδοκεῖ Κύριος (27) ἐν τῇ ἰδίᾳ μερίδι, ἥτις ἐστὶν ὁ λαὸς αὐτοῦ, οὐκ ἐν ἄλλῳ τινὸς ἄρχοντος τοῦ αἰῶνος τούτου λαῷ. Καὶ ὑψώσει πραεῖς εἰς γῆν ἣν κληρονομοῦσιν οἱ πραεῖς, οὐ τὴν κάτω, ἀλλὰ ταύτην ἐφʼ ἧς ἐστιν ἡ ἄνω Ἱερουσαλήμ· ὑψώσει γὰρ Θεὸς πραεῖς ἐν σωτηρίᾳ· καὶ καυχήσονται ὅσιοι ἐν δόξῃ. Ἐν ποίᾳ δόξῃ; εὐλόγως περὶ ἧς φησιν· « Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω· » ἢ τοιαύτῃ ὁποίαν εἶχε Μωϋσῆς, ὅτε δεδόξασται ἡ [*]((25) Ἐὰν οἱ πολλοί, etc. Eadem.) [*]((26) Οἱ μὲν νεκρώσαντες, etc. Eadem.) [*]((27) Εὐδοκεῖ Κόριος, etc. Eadem.)

1681
ὅψις τοῦ προσώπου αὐτοῦ· καὶ περὶ ἧς φησιν ὁ Παῦλος· « Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. »

Καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν, κ. τ. ἑ. Ἀγαλλιάσονται (28) ἐπὶ τῶν κοιτῶν αὐτῶν, οἷς « ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· » οἳ καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦσιν, « οὐ κώμοις καὶ μέθαις, οὐ κοίταις καὶ ἀσελγείαις. »

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λὰρυγγι αὐτῶν, κ. τ. ἑ. Ὧν οὐ τάφος (29) ἀνεῳγμένος ὁ λάρυγξ, τούτων ὑψώσεις Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τῶν ἑτοίμως ἐχόντων ἐκδικεῖν πᾶσαν παρακοὴν, καὶ καθαιρούντων πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.

Καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χεροῖν αὐτῶν, κ. τ. ἑ. Ῥομφαῖαί (30) εἰσι διαλογισμοὶ καὶ πράξεις ψυχῆς ἐκ κακίας καὶ ἀγνωσίας.

Τοῦ αὐτοῦ. Ῥομφαία ἐστὶ (31) νοῦς λογικὸς ἐκκόπτων ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, κ. τ. ἑ. « Ἐκδίκησιν μὲν (32) ἐν τοῖς ἔθνεσιν, » ἐν τοῖς ἑτεροδόξοις· « ἐλεγμοὺς δὲ ἐν τοῖς λαοῖς, » τοῖς ἁμαρτάνουσι, κατὰ τὸν βίον νομιζομένοις ἐκκλησιαστικοῖς.

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, κ. τ. ἑ. Ὁ συμβιβάζων (33) διδασκάλους ἑτεροδόξων καὶ τοὺς ἐν ἐκείνοις δοκοῦντας διὰ νομιζομένηνἱκανότητα ἐνδόξους, δεῖται βασιλεῖς αὐτῶν ἐν πέδαις, ἵνα μὴ προβαίνωσι τῷ λόγῳ αὐτῶν, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, ἵνα μηκέτι κρατῶσι τὸν πάλαι διὰ τὸ εὐεξαπάτητον κρατούμενον.

Τοῦ αὐτοῦ. Δεσμός ἐστι (34) νοητὸς ἀπάθεια λογικῆς ψυχῆς· ἢ φόβος Κυρίου ἐκκλίνων ἀπὸ κακίας· ἢ διδασκαλία πνευματικὴ μὴ συγχωροῦσα τὸν νοῦν ἐπὶ τὴν κακίαν ὁδεύειν· ἢ ἀγάπη πνευματικὴ μηδὲν προτιμῶσα τῆς γνώσεως τοῦ Θεοῦ.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἕγγραπτον, κ. τ. ἑ. Ποιοῦσιν οἱ ὅσιοι (35) κρῖμα ἔγγραφον καὶ γραφῆς τῆς ἐν πνεύματι ἄξιον ἐν τοῖς προειρημένοις βασιλεῦσι καὶ ἐνδόξοις· καὶ πάντα τὰ προειρημένα δόξα ἐστὶ πᾶσι τοῖς ὁσίοις τοῦ Θεοῦ, ὡς τὸν μὴ ἕχοντα ταῦτα μὴ εἶναι ὅσιον Θεοῦ.