Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε, κ. τ. ἑ. Ομοιον (17) ἐν ὀγδοηκοστῷ οὕτως· « Καὶ ἐψώμισεν ιὐτοὺς ἐκ στέατος πυροῦ. » Ὁ κόκκος τοῦ σίτου ὁ Σωτήρ ἐστι· διὸ καὶ πυρός ἐστιν οὗ ἐμπίπλησιν ὁ Θεὸς τὴν Ἱερουσαλήμ.
Ὁ ἀποστέλλων τὸ λόγον αὐτοῦ τῇ γῇ, κ. τ. ἑ. Γῆν ἐνταῦθα (18) ἀλληγορεῖ, τάχα μὲν καὶ ἡμᾶς οὺς ἐν ὀστρακίνοις σκεύεσι τὸν θησαυρὸν περιφέσοντας· ἅμεινον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκδέχεσθαι τὸν εν τῇ σαρκὶ, ἥν χωρῆσαι ἠθέλησε τὸν τοσοῦτον Κύριον.
Τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὀμίχλην ὡσεὶ σποδὸν πάσσοντος, κ. τ. ἑ. Διττῶς λέγεται (19) διδόναι Θεὸς, ἢ συγχωρῶν ἢ ἐνεργῶν· ὡς εἰ καὶ περὶ τοῦ ἡλίου τις ἔλεγεν, ὅτι αὐτός ἐστιν ὁ τὴν ἡμέραν ποιῶν καὶ τὴν νύκτα, ἀλλʼ ἡμέραν μὲν λάμπων, νύκτα δὲ ὑποχωρῶν. Κατὰ οὖν τὸ δεύτερον σημαινόμενον τὸ διδόναι τὸν Θεὸν ἐνταῦθα νομιστέον, εἴπερ ἀποστέλλων τὸν λόγον αὐτοῦ τήκει αὐτά.