Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Βασιλεία σου βασιλεία πάντων αἰώνων, κ. τ. ἑ. Εἰ ἡ βασιλεία (1) τοῦ Θεοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων ἐστὶ, καλῶς εἴρηται τό· « Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. »

Φολάσσει Κύριος πάντας τοὺς ἀγαπδῶωτας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει, κ. τ. ἑ. Ἐξολόθρευσις ἁμαρτωλοῦ (2) ἐστι λογικῆς ψυχῆς χωρισμὸς ἀπὸ τῆς συμπάσης κατὰ κακίαν ζωῆς.

Αἵνεαιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ. Πᾶσα σὰρξ (3) εὐλογοῦσα τὸ ὄνομα Κυρίου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ἔσται δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ὀψομένη τὸ σωτήριον τοῦ θεοῦ.

Τοῦ αὐτοῦ. Καὶ ὁ Παῦλός (4) φησιν· « Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλʼ ἐν πλαξὶ καρδίας σαρκίναις. Πλὰξ τοίνυν σαρκίνη ἐστὶ ψυχὴ λογικὴ εὐκόλως ὑποδεχομένη τὸν τοῦ Θεοῦ νόμον. Ἔστι δὲ καὶ ψεκτὴ σὰρξ, ὡς τό· « Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. » Καὶ πάλιν ὁ Παῦλός φησι· « Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται. » Ἐνταῦθα γὰρ σὰρξ τὴν κακίαν σημαίνει.