Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, κ. τ. ἑ. Εἰ οἱ οἰκτιρμοὶ (98) τοῦ Θεοῦ ἐπὶ πάντα τὰ ἕργα αὐτοῦ, πῶς εἰσί τινες ἐφʼ οὕς οὐ φθάνουσιν; Ἄρα καὶ ἐπʼ αὐτοὺς οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ· εἰ μὴ ἄρα ἐπὶ μὲν τὰ ἔργα αὐτοῦ φθάνουσιν οἱ οἰκτιρμοὶ αὐτοῦ, ἐπὶ δὲ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ πάντως.

Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάσθωσάν σε, κ. τ. ἑ. Νῦν ἔργα (99) τὰς φύσεις τὰς λογικὰς λέγει· αὗται γὰρ πεφύκασιν ἐξομολογεῖσθαι Θεῷ. Εἰ δʼ ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀπὸ τῆς λοιπῆς κτίσεως, Θεὸς ἂν εἰδείη.

Βασιλεία σου βασιλεία πάντων αἰώνων, κ. τ. ἑ. Εἰ ἡ βασιλεία (1) τοῦ Θεοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων ἐστὶ, καλῶς εἴρηται τό· « Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. »

Φολάσσει Κύριος πάντας τοὺς ἀγαπδῶωτας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει, κ. τ. ἑ. Ἐξολόθρευσις ἁμαρτωλοῦ (2) ἐστι λογικῆς ψυχῆς χωρισμὸς ἀπὸ τῆς συμπάσης κατὰ κακίαν ζωῆς.

Αἵνεαιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ. Πᾶσα σὰρξ (3) εὐλογοῦσα τὸ ὄνομα Κυρίου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ἔσται δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ὀψομένη τὸ σωτήριον τοῦ θεοῦ.

Τοῦ αὐτοῦ. Καὶ ὁ Παῦλός (4) φησιν· « Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλʼ ἐν πλαξὶ καρδίας σαρκίναις. Πλὰξ τοίνυν σαρκίνη ἐστὶ ψυχὴ λογικὴ εὐκόλως ὑποδεχομένη τὸν τοῦ Θεοῦ νόμον. Ἔστι δὲ καὶ ψεκτὴ σὰρξ, ὡς τό· « Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. » Καὶ πάλιν ὁ Παῦλός φησι· « Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται. » Ἐνταῦθα γὰρ σὰρξ τὴν κακίαν σημαίνει.

Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρίσιν τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν, κ. τ. ἑ. Ἀλήθειαν εἶπε (5) τὸν ἀληθινὸν, ἀπὸ τῆς ἕξεως ὀνομάσας τὸν μετέχοντα τῆς [*](43 II Cor. iii, 3. 44 Gen. vi, 3. 45 I Cor. xv, 50.) [*]((96) Ἐπείπερ ἡ μεγαλωσύνη, etc. Catena Corderii.) [*]((97) Πάντων μέν, etc. Schedæ Grabii.) [*]((98) Εἰ οἱ οἰκτιρμοί, etc. Catena Corderii.) [*]((99) Νῦν ἕργα, etc. Schedæ Grabii.) [*]((1) Εἰ ἠ βασιλεία, etc. Eædem.) [*]((2) Ἐξολόθρευσις ἁμαρτωλοῦ, etc. Eædem.) [*]((3) Πᾶσα σάρξ, etc. Catena Corderii.) [*]((4) Καὶ ὁ Παῦλος, etc. Schedæ Grabii.) [*]((5) Ἀλήθειαν εἶπε, etc. Schedæ Grabii.)

1676
ἕξεως· οὕτω καὶ ἐλεημοσύνην ἀγαπᾷ καὶ κρίσιν, τουτέστιν ἐλεήμονα καὶ δικαιόκριτον. Καὶ παρὰ Παύλῳ « ἀγάπη οὐ περπερεύεται, » ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην. Κατὰ τὰ αὐτὰ δὲ καὶ ἀπὸ τῶν χειρόνων ἕξεων εὑρήσεις ὀνομαζομένους τοὺς κεκτημένους αὐτάς.