Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Πάντων μὲν (97) τῶν γεγονότων ἡ θεωρια πεπέρασται· μόνη δὲ ἡ γνῶσις τῆς ἁγίας Τριάδος ἐστὶν ἀπέραντος.

Καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, κ. τ. ἑ. Εἰ οἱ οἰκτιρμοὶ (98) τοῦ Θεοῦ ἐπὶ πάντα τὰ ἕργα αὐτοῦ, πῶς εἰσί τινες ἐφʼ οὕς οὐ φθάνουσιν; Ἄρα καὶ ἐπʼ αὐτοὺς οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ· εἰ μὴ ἄρα ἐπὶ μὲν τὰ ἔργα αὐτοῦ φθάνουσιν οἱ οἰκτιρμοὶ αὐτοῦ, ἐπὶ δὲ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ πάντως.

Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάσθωσάν σε, κ. τ. ἑ. Νῦν ἔργα (99) τὰς φύσεις τὰς λογικὰς λέγει· αὗται γὰρ πεφύκασιν ἐξομολογεῖσθαι Θεῷ. Εἰ δʼ ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀπὸ τῆς λοιπῆς κτίσεως, Θεὸς ἂν εἰδείη.

Βασιλεία σου βασιλεία πάντων αἰώνων, κ. τ. ἑ. Εἰ ἡ βασιλεία (1) τοῦ Θεοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων ἐστὶ, καλῶς εἴρηται τό· « Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. »

Φολάσσει Κύριος πάντας τοὺς ἀγαπδῶωτας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει, κ. τ. ἑ. Ἐξολόθρευσις ἁμαρτωλοῦ (2) ἐστι λογικῆς ψυχῆς χωρισμὸς ἀπὸ τῆς συμπάσης κατὰ κακίαν ζωῆς.