Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱθδρυμένα ἐν τῇ νεότητι αὐτῶν, κ. τ. ἑ. Τοῦ μὲν διὰ τὸ (92) φοβεῖσθαι τὸν Κύριον μακαρίου οἱ υἱοὶ « ὡσεὶ νεόφυτά » εἰειν « ἐλαιῶν κύκλῳ τῆς τραπέζης » αὐτοῦ· τῶν δὲ ἀλλοτρίων υἱῶν οἱ υἱοὶ « ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. » Κἀκείνῳ μὲν οὖν οὐκ εἰσὶ θυγατέρες, τούτοις δὲ κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Κἀκείνῳ μέν εἰσιν υἱοὶ υἱῶν, τούτοις δὲ οὐχί. Ἔτι ἐκείνῳ μὲν οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη· τούτων δὲ « ταμσῖα πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο. » Καὶ κατὰ τὸ Εὐαγγέλιον δὲ τοῖς τρεφομένοις ὑπὸ τοῦ οὐρανίου Πατρὸς πετεινοῖς τοῦ οὐρανοῦ οὐκ ἔστι ταμιεῖον οὐδὲ ἀποθήκη. Καὶ πάλιν τούτοις ἐστὶ πρόβατα πολυτόκα πληθύνοντα οὐκ ἐν ἄλλοις τισὶν ἢ ταῖς ἐξόδοις αὐτῶν, καὶ βόες παχεῖς. ὁποῖοι οἱ τῆς Αἰγυπτίας εὐθηνίας.

Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι, κ. τ. ἑ. Μακαριότης (93) ἀδίκων ἐστὶ βίος ἀπενθὴς μετὰ χρημάτων πολλῶν· δικαίων δὲ μακαριότης ἀπάθεια ψυχῆς μετὰ γνώσεως Θεοῦ.

Ὑψώσω σε, ὁ Θεός μου, κ. τ. ἑ. Ὕψωσις (94) πνευματική ἐστιν εὐχαριστία νοῦ καθαροῦ ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ παρὰ τοῦ Θεοῦ ἀγαθοῖς.

Καθ᾿ ἑκάστην ἡμέραν εὐλογήσωσε, κ. τ. ἑ. Καὶ ἐν περιστάσεσι (95) καὶ πειρασμοῖς ὢν εὐλογήσω σε, φησὶ, Κύριε· τουτέστι διηνεκῶς. Καὶ γὰρ πολλῶν ἐσμεν ὀφειλέται αὐτῷ, ὅτι οὐκ ὁντας ἐποίησεν, ὅτι τοιούτους εἰργάσατο, ὅτι γενομένους διακρατεῖ, ὅτι καθʼ ἑκάστην προνοεῖ τὴν ἡμέραν καὶ κοινῇ καὶ ἰδίᾳ, καὶ λάθρα καὶ φανερῶς, καὶ οὐκ εἰδότων. Οὐ διὰ ταῦτα δὲ μόνον αἶνον ᾄδειν διαπαντὸς προσῆκεν. ἀλλὰ καὶ διὰ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ, διὰ τὴν ἀκήρατον οὐσίαν. Καὶ γὰρ διὰ ταύτην ὀφείλεται παῤ ἡμῶν αὐτῷ αἶνος καὶ εὐλογία, καὶ διηνεκὴς εὐχαριστία, καὶ λατρεία, καὶ διακονία συνεχής. Τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Προφήτης ἐπήγαγεν.

[*](40 Jerem. xii, 1. 41 Psal. lxxii, 2, 3. 42 Psal. cxxvii, 5.)[*]((90) Καὶ ὁ προρφήτης, etc. Schedæ Grabii.)[*]((91) Ὁ τὴν Καινήν, etc. Catena Corderii.)[*]((92) Τοῦ μὲν διὰ τό, etc. Eadem.)[*](assiduum. loc ipsum ergo Propheta significans subjunxit.)[*]((93) Μακσριότης, etc. Schedæ Grabii.)[*]((94) Υψωσις, etc. Eadem.)[*]((95) Καὶ ἐν περιστάσεσι, etc. Catena Corderii.)
1673

Μέγας ὁ Κύρος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, κ. τ. ἑ. Ἐπείπερ ἡ μεγαλωσύνη (96) τοῦ Θεοῦ ἐν τῷ Χριστῷ καὶ ἐν τοῖς κτίσμασιν οὗσα θεωρεῖται, καὶ οὐκ ἔστι πέρας τῆς μεγαλωσύνης αὐτοῦ, μήποτε ἡ ἐξ ἀπείρου ἐπʼ ἄπειρον καὶ ἐντεῦθεν παρίσταται τοῦ Θεοῦ εἰς τὰ ὅντα ὑπʼ αὐτοῦ γενόμενα πρόνοια.

Τοῦ αὐτοῦ. Πάντων μὲν (97) τῶν γεγονότων ἡ θεωρια πεπέρασται· μόνη δὲ ἡ γνῶσις τῆς ἁγίας Τριάδος ἐστὶν ἀπέραντος.

Καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, κ. τ. ἑ. Εἰ οἱ οἰκτιρμοὶ (98) τοῦ Θεοῦ ἐπὶ πάντα τὰ ἕργα αὐτοῦ, πῶς εἰσί τινες ἐφʼ οὕς οὐ φθάνουσιν; Ἄρα καὶ ἐπʼ αὐτοὺς οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ· εἰ μὴ ἄρα ἐπὶ μὲν τὰ ἔργα αὐτοῦ φθάνουσιν οἱ οἰκτιρμοὶ αὐτοῦ, ἐπὶ δὲ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ πάντως.