Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὁ Θεὺς, ᾠδὴν καινὴν ᾄσομαί σοι, κ. τ. ἑ. Ὁ τὴν καινὴν (91) Διαθήκην διατιθέμενος, τὴν καινὴν ᾠδὴν ᾄδει τῷ Θεῷ· ἢ ὁ τὸν καινὸν ἄρτον τῆς καινῆς Διαθήκης, καὶ τὸ ποτήριον ἀπὸ τοῦ Ἰησοῦ ἐν τῷ ἀνωγαίῳ λαβών.

Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱθδρυμένα ἐν τῇ νεότητι αὐτῶν, κ. τ. ἑ. Τοῦ μὲν διὰ τὸ (92) φοβεῖσθαι τὸν Κύριον μακαρίου οἱ υἱοὶ « ὡσεὶ νεόφυτά » εἰειν « ἐλαιῶν κύκλῳ τῆς τραπέζης » αὐτοῦ· τῶν δὲ ἀλλοτρίων υἱῶν οἱ υἱοὶ « ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. » Κἀκείνῳ μὲν οὖν οὐκ εἰσὶ θυγατέρες, τούτοις δὲ κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Κἀκείνῳ μέν εἰσιν υἱοὶ υἱῶν, τούτοις δὲ οὐχί. Ἔτι ἐκείνῳ μὲν οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη· τούτων δὲ « ταμσῖα πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο. » Καὶ κατὰ τὸ Εὐαγγέλιον δὲ τοῖς τρεφομένοις ὑπὸ τοῦ οὐρανίου Πατρὸς πετεινοῖς τοῦ οὐρανοῦ οὐκ ἔστι ταμιεῖον οὐδὲ ἀποθήκη. Καὶ πάλιν τούτοις ἐστὶ πρόβατα πολυτόκα πληθύνοντα οὐκ ἐν ἄλλοις τισὶν ἢ ταῖς ἐξόδοις αὐτῶν, καὶ βόες παχεῖς. ὁποῖοι οἱ τῆς Αἰγυπτίας εὐθηνίας.

Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι, κ. τ. ἑ. Μακαριότης (93) ἀδίκων ἐστὶ βίος ἀπενθὴς μετὰ χρημάτων πολλῶν· δικαίων δὲ μακαριότης ἀπάθεια ψυχῆς μετὰ γνώσεως Θεοῦ.